Ancient Greek
103.6 to 103.7
Aristaenetus, Epistulae 103.6-7
Unproofread scanNot analysed yet
ιγ'. Ὀνειδιστική ἐστι δι' ἧς ὀνειδίζομέν τινα ἐφ' οἷς ὑφ' ἡμῶν καλῶς πεπονθὼς ἀμνημονεῖ. —Ἡ ἐπιστολή. Πολλὰ καὶ καλὰ πέπονθας ὑφ' ἡμῶν, καὶ θαυμαζῶ καθ' ὑπερβολὴν πῶς οὐδενὸς τούτων μνείαν ποιεῖς ἀλλὰ κακῶς ἡμᾶς λέγεις, ὅπερ ἐστὶν ἀχαρίστου γνώμης· οἱ γὰρ ἀχάριστοι τῶν καλῶν ἀμνημονοῦσι καὶ τοὺς εὐεργέτας ὡς ἐχθροὺς κακῶς ἐπὶ τούτοις διατίθενται. ιδ'. Συμπαθητική ἐστι δι' ἧς δοκοῦμέν τινι συμπάσχειν ἐφ' οἷς ὑπέστη κακοῖς. —Ἡ ἐπιστολή. Σφόδρα κατὰ τὴν ψυχὴν ἠχέσθην ἀχχουὼς περὶ τινῶν συμβεβηκότων σοι δεινῶν καὶ τὸν κρείττονα ἱκέτισσα τούτων ἐλευθέρων σε κατασχᾶν φίλων γὰρ ἐστὶν εὐχεσθαι τοὺς φίλους ἀεὶ κακῶν ἐλευθέρους ὁρᾶν.