Ancient Greek
108.10
Aristaenetus, Epistulae 108.10
Unproofread scanNot analysed yet
Τῶν ἐπιστολικῶν χαρακτήρα τοῦ λόγου μετὰ τοὺς παλαιοὺς ἀριστα μοι δοκοῦσι διεσκέφθαι φιλόσοφων μὲν ὁ Τυανεύς καὶ Δίων, στρατηγῶν δὲ Βρούτος ἢ ὅτω Βρούτος ἐς τὸ ἐπιστέλλειν ἐχρῆτο, βασιλέων δὲ ὁ θεσπέσιος Μάρκος, ἐν οἷς ἐπέστελλον αὐτός· πρὸς γὰρ τῷ κεκρημένῳ τοῦ λόγου καὶ τὸ ἕδραιον τοῦ ἤθους ἐντετύπωτο τοῖς γράμμασιν· ῥητόρων δ’ ἀριστα μὲν Ἡρώδης ὁ Ἀθηναῖος ἐπέστελλεν, ὑπεραττικίζων δὲ καὶ ὑπερλαλῶν ἐκπίπτει πολλαχοῦ τοῦ πρέποντος ἐπιστολῇ χαρακτήρος. δεῖ γὰρ φαίνεσθαι τῶν ἐπιστολῶν τὴν