Ancient Greek
108.2 to 108.7
Aristaenetus, Epistulae 108.2-7
Unproofread scanNot analysed yet
8. (230) Εἰδέναι δὲ χρή ὅτι οὐχ ἑρμηνεία μόνον ἀλλὰ καὶ πράγματα τινὰ ἐπιστολικά ἐστιν. Ἀριστοτέλης γοῦν ὡς μάλιστα ἐπιτετευχέναι δοκεῖ τοῦ τύπου ἐπιστολικοῦ. τοῦτο δὲ οὐ γράφω σοὶ φησιν· οὐ γὰρ ἦν ἐπιστολικόν. 9. (231) Εἰ γὰρ τις ἐν ἐπιστολῇ σοφίσματα γράφει καὶ φυσιορῆς, γράφει μὲν, οὐ μὴν ἐπιστολὴν γράφει· φιλοφρονήσεως γὰρ τις βούλεται εἶναι ἡ ἐπιστολὴ σύντομος καὶ περὶ ἀπλοῦ πράγματος ἐκθέσις καὶ ἐν ὀνόμασιν ἀπλοῖς. 10. (232) Κάλλος μέντοι αὐτῆς αἱ τε φιλικαὶ φιλοφρονήσεις καὶ πυκναὶ παροιμίαι ἐνούσαι· καὶ τοῦτο γὰρ μόνον ἐνέστω αὐτῇ σοφόν, διότι δημοτικόν τί ἐστιν ἡ παροιμία καὶ κοινόν· ὁ δὲ γνωμολογῶν καὶ προτρεπόμενος οὐ δι’ ἐπιστολῆς ἐπὶ λαλοῦντι ἔοικεν, ἀλλὰ μηχανῆς. 11. (233) Ἀριστοτέλης μέντοι καὶ ἀποδείξεσι που χρῆται ἐπιστολικάις. οἷον διδάξαι βουλόμενος ὅτι ὁμοίως χρή εὐεργετεῖν τὰς μεγάλας πόλεις καὶ τὰς μικράς, φησίν οἱ γὰρ θεοὶ ἐν ἀμφοτέραις ἦσιν, ὥστ’ ἐπεὶ αἱ Χάριτες θεαί, ἦσαι ἀποκείσονται σοι παρ’ ἀμφοτέραις. καὶ γὰρ τὸ ἀποδεικνύμενον αὐτὸ ἐπιστολικόν καὶ ἡ ἀπόδειξις τοιαύτη. 12. (234) Ἐπεὶ δὲ καὶ πόλεσι ποτε καὶ βασιλεῦσι γράφομεν, ἔστωσαν αἱ τοιαύται ἐπιστολαὶ μικρὸν ἐξηρμενῶν πῶς· στοχαστέον γὰρ καὶ τοῦ προσώπου ᾧ γράφεται· ἐξηρμενὴ μέντοι καὶ οὐχ ὥστε σύγγραμμα εἶναι ἀν’ ἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς Ἀλέξανδρον καὶ πρὸς τοὺς Δίωνος οἰκείους ἢ Πλάτωνος. 13. (235) Καθόλου δὲ μεμίχθω ἡ ἐπιστολὴ κατὰ τὴν ἑρμηνείαν ἐκ δυοῖν χαρακτήρων τούτων, τοῦ τε χαρίεντος καὶ τοῦ ἰχνυοῦ.