Ancient Greek
109.2
Aristaenetus, Epistulae 109.2
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΝΑΖΙΑΝΖΗΝΟΥ ΠΡΟΣ ΝΙΚΟΒΟΥΛΟΝ ΕΠΙΣΤΟΛΗ (51 =259). Τῶν γράφοντων ἐπιστολὰς, ἐπειδὴ καὶ τοῦτο αἰτεῖς, οἱ μὲν μακρότερα γράφουσιν ἥπερ εἴκός, οἱ δὲ καὶ λίαν ἐνδεεστέρα, καὶ ἀμρότεροι τοῦ μετρίου διαμαρτάνουσι ὡςπερ τῶν σκοπῶν οἱ τοξεύοντες, ἄν τε εἴσω πέμπτωσιν, ἄν τε ὑπερπέμπτωσιν· τὸ γὰρ ἀποτυγχάνειν ἴσον, χἂν ἀπὸ τῶν ἐναντίων γίνηται. ἔστι δὲ μέτρον ἐπιστολῶν ἡ χρεία, καὶ οὔτε μακρότερα γραπτέον, οὐ μὴ πολλὰ τὰ πράγματα, οὔτε μικρολογητέον, ἐνθὰ πολλά. τί γὰρ ἢ τῇ Περσικῇ σχοίνῳ μετρεῖσθαι δεῖ τὴν σοφίαν ἢ παιδικοῖς πήχεσι, καὶ οὕτως ἀτελῆ γράφειν, ὡς μηδὲ γράφειν, ἀλλὰ μιμεῖσθαι τῶν σκιῶν τὰς μεσημβρινὰς ἢ τῶν γραμμῶν τὰς κατὰ πρόσωπον ἀπαντιώσας, ὧν συνίζειν τὰ μήκη καὶ παραφαίνεται μᾶλλον ἢ φαίνεται· τῶν ἀκρῶν τισὶ γνωριζόμενα καὶ ἔστι, ὡς ἂν εἴποιμι καιρίως, εἰκασμάτων εἰκάσματα, δέον ἀμφοτέρων φεύγοντα τὴν ἀμετρίαν τοῦ μετρίου κατατυγχάνειν· περὶ μὲν δὴ συντομίας ταῦτα γιγνώσκω· περὶ δὲ σαφηνείας ἔκεινο γνώριμον, ὅτι χρὴ φεύγοντα τὸ λογοειδές, ὅσον ἐνδέχεται, μᾶλλον εἰς τὸ λαλιχὸν ἀποκλίνειν, καὶ ἄν’ εἴπω συντόμως, αὕτη τῶν ἐπιστολῶν ἀρίστη καὶ κάλλιστα ἔχουσα, ἢ ἂν καὶ τὸν ἰδιώτην πείσῃ καὶ τὸν πεπαιδευμένον, τὸν μὲν ὡς κατὰ τοῦ πολλοὺς οὖσα, τὸν δὲ ὡς ὑπὲρ τοὺς πολλούς, καὶ ἢ αὐθὸς γνώριμος. ὁμοίως γὰρ ἀκαιρον καὶ γέρον νοεῖσθαι καὶ ἐπιστολὴν ἐρμηνεύεσθαι. τρίτον ἔστι τῶν ἐπιστολῶν ἡ χάρις· ταύτην δὲ φυλάξομεν, εἰ μήτε παντάπασι ξηρὰ καὶ ἀχάριτα γράφομεν ἢ καὶ ἀχάλ-