Ancient Greek
110.1
Aristaenetus, Epistulae 110.1
Unproofread scanNot analysed yet
λύπιστα, ἀκόσμητά τε καὶ ἀκόρητα, ὁ δὲ λέγεται, οἷον δὴ γνῶμῶν καὶ παροιμιῶν καὶ ἀποφθεγμάτων ἐκτός, ἔτι δὲ σχοιμμάτων καὶ αἰνιγμάτων, οἷς ὁ λόγος καταγλυκαίνεται, μήτε λίαν τούτοις φαινοίμεθα καταχρώμενοι· τὸ μὲν γὰρ ἀγροῖχον, τὸ δ’ ἀπλήστον, καὶ τοσαῦτα τούτοις χρηστέον, ὅσα καὶ ταῖς πορφυραῖς ἐν τοῖς ὑφάσμασι. τροπὰς δὲ παραδεξόμεθα μὲν, ὀλίγας δέ, καὶ ταύτας οὐκ ἀνιαγόντους. ἀντίθετα καὶ πάριστα καὶ ἰσόχολα σοφιστικὰς ἀπορρίψωμεν· εἰ δὲ που καὶ παραλάβωμεν, ὡς καταπαίζοντες μᾶλλον τοῦτο ποιήσωμεν ἢ σπουδάζοντες. πέρας τοῦ λόγου, ὅπερ τῶν κομψῶν τις ἤκουσα περὶ τοῦ ἀετοῦ λέγοντος, ἡνίκα ἐκρινόντο περὶ βασιλείας οἱ ὄρνιθες καὶ ἄλλοι ἄλλως ἤκον ἑαυτοὺς κοσμησάμενοι, δτι ξένειον κάλλιον ἦν τὸ μὴ οἴεσθαι καλὸν εἶναι. τοῦτο κἂν ταῖς ἐπιστολαῖς μάλιστα τηρητέον, τὸ ἀκαλλιώπιστον καὶ ὅτι ἐγγυτάτω τοῦ κατὰ φύσιν. τοσαῦτά σοι περὶ ἐπιστολῶν ὡς δ’ ἐπιστολῆς παρ’ ἡμῶν, καὶ ταῦτα ἴσως οὐ πρὸς ἡμῶν, οἷς τὰ μεῖζω σπουδάζεται. τὰλλα δὲ αὐτὸς τε φιλοπονήσεις εὐμαθῆς ὧν καὶ οἱ περὶ ταῦτα κομψοὶ διδάξουσιν.