Ancient Greek
110.2
Aristaenetus, Epistulae 110.2
Unproofread scanNot analysed yet
G' ΦΩΤΙΟΥ ΕΠΙΣΤΟΛΗ (207). Ἀρριχωρίῳ μητροπολίτῃ Κυζίκου. Οἱ μὲν ἄλλοι τοῦ Πλάτωνος λόγοι τοῦ πολιτικοῦ λόγου περιέχονται γνώμους, πλὴν εἰ τι κατ’ ἐκλογὴν ὀνομάτων ἐνιαχοῦ παρημέληται· αἱ δὲ τούτου ἐπιστολαὶ ἴσον τε τῆς ἐκείνου λογιότητος καὶ τοῦ ἐπιστολμαίου τύπου ἀπολείπονται. αἱ δὲ γε τοῦ Ἀριστοτέλους τῶν μὲν ἄλλων αὐτοῦ γραμμάτων εἰσὶ πως λογιωδέστεραι, πλὴν οὐδὲ ταῖς Πλατωνικαῖς ἐξισοῦνται. Δημιοσθένους δὲ οἱ μὲν ἄλλοι πόνου καὶ ῥητόρων καὶ κριτικῶν ἐγκωμίοις πληροῦσι τὰ στόματα, τὰς ἐπιστολὰς δὲ οὐδὲν ἀμείνους εὑρήσεις τῶν Πλάτωνος. τίσι οὖν ἐπιστολαῖς διμιλητέον καὶ τίσι τῶν ἐπιγνωσθέντα ἡμῖν διὰ τῆς τέχνης χαρακτήρα ἐφαρμόζοντες τὴν γυμνασίαν συλλεξόμεθα; ἐστὶ μὲν καὶ ἄλλο πλήθος ἀπειρον, ἔχει δ’, ἵνα μηδὲ μακρὸν ἢ σοι τὸ τῆς γυμνασίας στάδιον, τὰς εἰς Φαλαρίν ἐκεῖνον, οἶμαι, τὸν Ἀχαραντίνων τύραννον ἀναφερομένας ἐπιστολὰς, καὶ αἷς Βρούτος ὁ Ῥωμαίων στρατηγὸς ἐπιγράφεται, καὶ τὸν ἐν βασιλεῦσι φιλόσοφον καὶ τὸν σοφιστὴν ἐν ταῖς πλείσταις Λιβάδιον. εἰ δὲ βούλει σὺν τῷ χαρακτήρι καὶ πολλῶν ἄλλων καὶ μεγάλων συλλέξαι ὑφασμίνων, ἀρξέσθαι σοι Βασιλείος ὁ γλυκὺς καὶ ὁ κάλλιστος, εἰ τις ἄλλος, ἐργάτης Γρηγόριος καὶ ἡ ποικίλη τῆς ἡμετέρας αἰλῆς Μοῦσα Ἰσίδωρος, ὃς ὡσπερ λόγων, οὕτω δὲ καὶ ἱερατικῆς καὶ ἀσκητικῆς πολιτείας κανὼν ἐστὶ χρηματίζειν ἀξιόρεως, καὶ εἰ τὸ ἕτερος μετὰ τῆς ὁμοίας προαιρέσεως τὴν ἐκείνων ἰδέαν ταῖς ἰδίαις ἐπιστολαῖς ἐνδυναμώθῃ μορφώσασθαι.