Ancient Greek
116.1
Aristaenetus, Epistulae 116.1
Unproofread scanNot analysed yet
ιη. Δημιλος Βλεψία. Γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάγης ἐπέβη νεώς, καὶ πλεῖ τὸ Αἰγαῖον φασί, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόρως· ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιέλεπιν ἀξρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρὸν μακρὰ ἔπε χαιρεῖν αἰγίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ· γλίσχρως τε καὶ κατ' ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῇν οὐ δυνάμενος οὐδὲ ἀρκοῦμενος τοῖς παροῦσιν Αἰγυπτίοις καὶ Σύρους φαντάζεται καὶ περιδέπεται τὸ δεῖγμα καὶ πολύς ἐστι νῆ Δία τόκους ἐπὶ τόκους λογιζόμενος καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκαλεῖ κέρδος ἀμφοτερόπλου, γεμῶνας δὲ οὐκ ἔνοει, οὐδὲ ἐναντία πνεύματα, οὐδὲ τῆς θαλάσσης τὸ ἀστάμητον, οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας. ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάσσης ἐδραιότερον, καὶ αὐτὴ πιστοτέρα βεβαιότεράς ἔχει τὰς παρ' ἑαυτῆς ἐλπίδας.