Ancient Greek
116.3
Aristaenetus, Epistulae 116.3
Unproofread scanNot analysed yet
ιθ. Μορμίας Χρέμητι. Ἐγὼ μὲν ἔθουν γάμους ὁ χρυσούς μάτην καὶ περιήειν ἐστεφανωμένος οὐδὲν δέον καὶ τοὺς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευσα, ὁ δὲ παὶς κατέγχαε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος εἰς τὸ πατρῴων χωρίον ἐπαναξίων, αὐλητρίδα δὲ λυσάμενος, ἥς ἐτυχεν ἐρών, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστέρας, φασίν, ἐταῖραν ἀντὶ νύμφης. καὶ τὰ μὲν πρῶτα αἰδουμένη χορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην, μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατ' ἐμοῦ μηχαναί. οὐ μὴν ἐς τὸ παντελὲς μου καταφρονήσουσιν ὡσπεροῦν πλινθίνου, ἐπεὶ τοὺν καλὸν νυμφίον εἰς χώρας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταρρεύῃ καὶ βωλοκοπή· τὴν δὲ νύμφην ἀποδώσομαι κάκεινην ἐπ' ἐξαγωγῇ, ἐὰν μὴ τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θράττῃ συνεπιλαβάνῃ.