Ancient Greek
131.5
Aristaenetus, Epistulae 131.5
Unproofread scanNot analysed yet
ζ’. Τῇ βουλῇ καὶ τῷ δήμῳ. Ἐπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν δυετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδοῦναι χάριν, ἀλλὰ τυγχάν. ἐπὶ καὶ τῆς πατρίδος ἐστερημένος ὅμως ἀρκεῖσθαι πειράσομαι. (2) ἐγὼ γάρ, ὦ Μελάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτην χειρῶσθαι τῇ συμφορῇ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρ’ αὐτοὺς ἀγωνιζόμενος. ἐμοὶ μὲν οὖν τὸ δεδυστυχήναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θημιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῇ πόλει γενομένων· (3) σοὶ δὲ τὸ μὲν μέγιστον γένος καὶ πρώην θεσμοθετουστος ἦλθον σοῦ προεστάναι τὴν μητέρα, τρίς δὲ ἐμπεσεῖν τὸν πατέρα σου εἰς τὸ δεσμωτήριον, σὲ δὶ πρᾶχέντα τρισχλίων δραχμῶν τὴν ἀκμὴν ἠταιρηκέναι, τοῖς περὶ Τίμαρχον νέοις κοινὰ ταῦτ’ εἶναι, οὐ τοῖς περὶ Θημιστοκλέα ἢ Ἀριστείδην τὸν δικαῖον ὑπολαμβάνω. (4) ἀλλὰ Μελανώπῳ μὲν αὐθίς, ἐὰν ὑμῖν δοκῇ, διαλέξομαι παρών· ὑμῖν δὲ τῆς μὲν εὐνοίας, ἣν ἀπόντι μοι παρέσχεςθε ὁρρωδύντες δὴ καὶ μὴ θέλοντες ἀκροάσασθαι τῶν λοιδορούντων ἡμᾶς, πολλὴν χάριν ἔχω, δικαιότερον μέντοι καὶ ἄμεινον ἐμὲ αὐτὸν ἐάσαι πρὸς τοὺς λοιδοροῦντας λέγειν, ψηφισαμένους ἂ πολλάκις πολλοῖς ἤδη ἐψηφίσασθε τὰ μέγιστα ἀμαρτοῦσιν εἰς ἡμᾶς. (5) εἰ δὲ μή, τὸ γε δεύτερον ἂν δεηθείην, ἀνέχεσθαι πολλῷ μᾶλλον τῶν λοιδορούντων ἡμᾶς ἢ χαρίζεσθαι δοκοῦντας, ὅτι τῶν βλασφημίων οὐκ ἀκροᾶσθε, μειζῶν τὴν ὑποψίαν τῶν δυναμένων λέγεσθαι ποιεῖν.