Ancient Greek
131.7 to 132.1
Aristaenetus, Epistulae 131.7-132.1
Unproofread scanNot analysed yet
η’. Σὺ μὲν οὐδέπω καὶ νῦν ἀφίξεις πρὸς ἡμᾶς, ἀλλὰ καὶ νόσους καὶ δίκας καὶ πάντα μᾶλλον τοῦ μὴ βουλησθαι ἐλθεῖν πρὸς ἡμᾶς αἰτιᾷ· Νικίας δὲ ἀφίκται πάλαι καὶ Ἀνδρωνίδας. εἰ μὲν οὖν νῦν γε σὺν Φι-λίῳ (πυνθάνομαι γὰρ αὐτὸν ἐξέναι) διέγνωκας ἀφι-κνεῖσθαι πρὸς ἡμᾶς, τάχα ἂν εἴη σοι ἐτι ἀπολογία καὶ λυθεῖν ὁ πόλεμος· εἰ δὲ οὐδὲ σὺν ἐκείνῳ ἐγνωκας ἐξέναι, σὺ μὲν ἐπιστελεῖς διὰ παντὸς ἡμῖν ἀφίξεσθαι, ἐγὼ δὲ ἅπαξ ἀνιάσομαι.