Ancient Greek
139.4
Aristaenetus, Epistulae 139.4
Unproofread scanNot analysed yet
δ'. Κυμόθους Τριτωνίδι. Ὅσον ἡ θάλαττα τῆς γῆς διαλλάττει, τοσοῦτον καὶ ἡμεῖς οἱ ταύτης ἐργάται τῶν κατὰ πόλεις ἢ κώμας οἰκοῦντων διαφέρομεν. οἱ μὲν γὰρ ἡ μένοντες εἴσω πυλῶν τὰ δημοτικὰ διαπράττονται, ἡ γεωργία προσἀνέγοντες τὴν ἐκ τῆς βίολου πρὸς διατροφὴν ἀναμένουσιν ἐπικαρπίαν· 2 ἡμῖν δὲ ὅς ὁ βίος ἐν ὕδασι, θάνατος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα, ὦ γύναι, τὴν ἡλακάτην ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἀστυδὲ θαμίζεις, ὠσχοφόρια καὶ λήναια ταῖς πλουσίαις Ἀθηναίοις συννεοτάζουσα; 3 οὐχ ἔστι τοῦτο σωφρονεῖν οὐδὲ ἀγαθὰ διανοεῖσθαι, οὐχ οὕτω δὲ σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης, οὐ τεχθῆναι σε καὶ τραφῆναι συνέβη, μυσθῆσαι ὑπ' ἐμοῦ γάμῳ παρέδωκεν. 4 εἰ τὴν πόλιν ἀσπάζῃ, γαῖρε καὶ ἀπίθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι τὸ λῶιον ἐλομένη. λήθη δὲ σοι ἔστω μακρὰ τῶν κατ' ἀστὺ τούτων ἀπατηλῶν θεαμάτων.