Ancient Greek
139.6
Aristaenetus, Epistulae 139.6
Unproofread scanNot analysed yet
ε'. Ναυβάτης Ῥοθίῳ. Οἶει μόνος πλουτεῖν, ὅτι τοὺς παρ' ἐμοὶ θητεύοντας δελεάζων ἀγεις ὡς σεαυτὸν περιουσίᾳ μισθωμάτων, καὶ εἰκῶς; 2 σοὶ μὲν γὰρ ὁ βόλος ἤνεγκε πρῶην χρυσοῦς κόμματος Δαρείκου, τῆς ἐπὶ Σαλαμίνι ναυμαχίας ἴσως λείψανα, καταδύσης σίμαι νῆος Περσικῆς αὐτοῖς ἀνδράσι καὶ αὐτοῖς χρήμασιν, ὅτε ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ὁ τοῦ Νεοκλέους ἥρατο τὸ μέγα κατὰ Μήδων τρόπαιον. 3 ἐγὼ δὲ ἀγαπῶ τὴν τῶν ἀναγκαίων εὐπορίαν ἐκ τῆς καθ' ἡμερὶν ἐργασίας τῶν