Ancient Greek
144.2
Aristaenetus, Epistulae 144.2
Unproofread scanNot analysed yet
ιη’. Εὐπλος Θαλασσερωτί. Ἵπερμαζὲς ἡ μέμηνας· ἀκούω γὰρ σε λυρῳδοῦ γυναικὸς ἐρᾶν καὶ ὡς ἐκείνην σφειρόμενον πᾶσαν τὴν ἐφήμερον ἄγχαν κατατίθεσθαι. ἀπήγγειλε γὰρ μοι τοῦθ’ ὁ γειτῶνὼν βέλτιστος Σωσίας, οὗτος ἐκείνος ὁ τὸν χρηστὸν καὶ ἥδυν γάρον ἐμὸν ἐκ τῶν λεπτοτέρων ἰχθύων οὓς ἐγκολπίζεται τῇ σαγήνῃ. (2) ἔστι δὲ τῶν ἐπεικῶν τὴν ἀλήθειαν τιμῶντων, καὶ οὐκ ἂν ποτε ἐκείνος εἰς ψευδογγορίαν ὀλίθοι. πῶθεν οὖν, εἴπέ μοι, μουσικὴς σοι διὰτονὸν καὶ χρωματικὸν καὶ ἐναρμόνιον μέλος ἐστίν; ὡς ὁ αὐτὸς ἐφασκεν ἀπαγγέλλων. ὁμοῦ γὰρ τῇ ὥρᾳ τῆς παιδίσκης ἡρέθης καὶ τοῖς κροῦμασι. (3) πέπαυσο εἰς ταύτην δαπανώμενος, μὴ σε ἀντὶ τῆς θαλάττης ἡ γῆ ναυαγὸν ἀπορήνη ψιλώσασα τῶν χρημάτων, καὶ γένηταί σοι τὸ τῆς ψαλτρίας καταγωγὸν Καλυδώνιος κόλπος ἢ Τυρρηνικὸν πέλαγος καὶ Σκύλλα ἢ μουσουργός, οὐκ ἔχοντι Κράταιν ἐπικαλέσασθαι, εἰ δεῦτερον ἐφορμή.