Ancient Greek
144.4
Aristaenetus, Epistulae 144.4
Unproofread scanNot analysed yet
ιθ’. Θαλασσερὼς Εὐπλῶ. Τὴν ἄλλως ποιεῖς τὴν πρὸς με νουθεσίαν, ὦ Εὐπλοε. ἐγὼ γὰρ οὐκ ἂν ἀποσταίην τῆς ἀνθρώπου, θεῷ μυσταγωγούντι πυρφόρῳ καὶ τοξοφόρῳ πειθόμενος. καὶ ἄλλως ἡμῖν τὸ ἐρᾶν συγγενές, τῆς θαλαττίας θεοῦ τεκοῦσης τοῦτο τὸ παιδίον. (2) ἡμέτερος οὖν πρὸς μητρὸς ὁ ’Ερως, καὶ ὑπὸ τούτου βληθεὶς τὴν χαρδίαν ἐγὼ τὴν κόρην, Πανόπη νομίζων ἢ Γαλατεία ταῖς καλλιστευούσαις τῶν Νηρηίδων συνεῖναι.