Ancient Greek
144.6
Aristaenetus, Epistulae 144.6
Unproofread scanNot analysed yet
κ’. Θερμολέπυρος Ὠκίμωνι. Σχέτλια πεπόνθαμεν· τοῖς γὰρ ἄλλοις οὐθαρ καὶ μῆτραι καὶ ἥπαρ δρόσῳ προσεοικὸς παρέκειτο, ἡμῖν δὲ ἔντος ἦν τὸ βρῶμα· καὶ οἱ μὲν Χαλυδώνιον ἐπινον, ἐκτροπίαν δὲ ἡμεῖς καὶ ὀξίνην. (2) ἀλλ’ ὦ μοιραῖοι θεοὶ καὶ μοιραγέται δαίμονες, δοῦντε παρατροπὴν τῆς ἀδίκου ταύτης τύχης, καὶ μὴ τοὺς μὲν διηνεκῶς φυλάττετε ἐν εὐτυχίᾳ, τοὺς δὲ τῶν λιμῶν συνοικίζετε. . . . τῇ γὰρ φορᾷ τῆς εἰμαρμένης τὰ τοιαῦτα κατηνάγκασται. ἀδίκως πάσχόμεν πρὸς αὐτῆς οἱ λεπτὴ καὶ στενῇ κεχρημένοι τῇ τύχῃ.