Ancient Greek
154.4
Aristaenetus, Epistulae 154.4
Unproofread scanNot analysed yet
α'. Λάμια Δημητρίῳ. Σὺ ταύτης τῆς παρρησίας αἴτιος, ὃς τοσοῦτος ὢν βασιλεὺς εἶτα ἐπέτρεψας καὶ ἐταίρας γράφειν σοι, οὐγ ἠγισμένως δεινὸν ἐντυγχάνειν τοῖς ἐμοῖς γράμμασιν ὧν μοι ἐντυχάνων. ἐγώ, δέσποτα Δημήτριε, ὅταν μὲν ξῶ σε θεάσωμαι μετὰ τῶν δορυφόρων καὶ τῶν στρατοπέδων καὶ τῶν πρέσβεων καὶ τῶν διαδημάτων, νὴ τὴν Ἀφροδίτην, πέφριχα καὶ δέδοικα καὶ ταράττομαι καὶ ἀποστρέφομαι ὡς τὸν ἥλιον, μὴ ἐπικαὼ τὰ ὀμματα· καὶ τότε μοι ὄντως ὁ πολιορκητὴς εἶναι δοκεῖς Δημήτριος. (1) οἷον δὲ καὶ βλέπεις τότε, ὡς πικρὸν καὶ πολεμικὸν καὶ ἀπιστὸν ἐμαυτῇ καὶ λέγω «Λάμια, σὺ μετὰ τοῦδε καθεύδεις; σὺ διὰ νυκτὸς δὴς αὐτὸν καταυλεῖς; σοὶ νῦν οὕτως ἐπέσταλκε; σοὶ Γνάθαιναν τὴν ἐταίραν συγχρίνει; »(2) καὶ ἡλογημένη σιωπῶ καὶ εὐχομαὶ σε θεάσασθαι παρ' ἐμαυτῇ. καὶ ὅταν ἐλθῃς, προσκυνῶ σε· καὶ ὅταν περιπλακεὶς με φιλήσῃς, πάλιν πρὸς ἐμαυτὴν τάναντία λέγω «οὗτός ἐστιν ὁ πολιορκητὴς ,οὗτός ἐστιν ὃ ἐν τοῖς στρατοπέδοις, τοῦτον φοβεῖται ἡ Μακεδονία, τοῦτον ἡ Ἑλλάς, τοῦτον ἡ Θράκη; νὴ τὴν Ἀφροδίτην, σήμερον αὐτὸν τοῖς αὐλοῖς ἐκπολιορκήσω καὶ ὁφμαι τί με διαθήσει. »μείνον εἰς τρίτην, παρ' ἐμοὶ γὰρ δεῖπνησεις, δέσποτα. τὰ Ἀφροδίτεια ποιῶ τὰ κατ' ἔτος, καὶ ἀγῶνα ἔχω τὰ πρότερα τοῖς ὑστέροις νικᾶν. (3) ὑποδεξίωμαι δὴ σε ἐπαφροδίτως καὶ ὡς ἐνὶ μάλιστα ἐπιφανῶς· καὶ γάρ· μοι περιουσία γεγένηται ὑπὸ σοῦ, μηδὲν ἀνάξιον τῶν σῶν ἀγαθῶν ἐξ ἐκείνης τῆς ἱερᾶς νυκτὸς ἐπὶ πεποιηκίᾳ, καίτοι σοὶ γε ἐπιτρέποντος ὅπως ἂν βούλωμαι χρήσθαι τῷ ἐμῷ σώματι· ἀλλὰ κέχρῃμαι καλῶς καὶ ἀμείνως πρὸς ἑτέρους. (4) οὐ ποιήσω τὸ ἐταιρικὸν οὐδὲ ψευδόμεαι, δέσποτα, ὡς ἄλλαι ποιοῦσιν. ἐμοὶ γὰρ ἐξ ἐκείνου, μὰ τὴν Ἄρτεμιν,