Ancient Greek
155.1
Aristaenetus, Epistulae 155.1
Unproofread scanNot analysed yet
οὐδὲ προσέπεμψαν ὅτι πολλοὶ οὐδὲ ἐπείρασαν αἰδοῦμενοί σου τὰς πολιορκίας. ὃς ἔστιν Ἔρως, ὦ βασιλεῦ, καὶ ἐλθεῖν καὶ ἀποπτήξαι. ἐλπίσις πετερόνται, ἀπελπίσας ταχὺ πτερορρεῖν εἴωθεν. (6) διὸ καὶ μέγα τῶν ἐταιρουσῶν ἔστι σόφισμα, ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτιθεμένας ταῖς ἐλπίσι διαχρατεῖν τοὺς ἐραστάς. λοιπὸν οὖν ἡμᾶς τὰ μὲν σκώπτειν, τὰ δὲ ἁδεῖν, τὰ δὲ αὐλεῖν, τὰ δὲ ὀρχεῖσθαι, τὰ δὲ μαλακίζεισθαι, τὰ δὲ δεῖπνοποιεῖν, τὰ δὲ κοσμεῖν τὸν οἶκον, τὰς ὁπωσὸν ἄλλως ταχὺ μαραινομένας μεσολαβοῦσας χάριτας, ἵνα μᾶλλον ἐξάπτωνται τοῖς διαστήμασιν ἀπλούστεραι αὐτῶν αἱ ψυχαί, φοβουμένας μὴ ἄλλο παλιν γέννηται τῆς ἐν τῷ παρόντι τύγης κώλυμα. (7) ταῦτα δὲ πρὸς μὲν ἑτέρους τάχα ἂν ἐδωνάμην, βασιλεῦ, πλάττεσθαι καὶ τεχνιτεύειν πρὸς δὲ σέ, ὃς οὕτως ἤδη ἔχεις ἐπ’ ἐμοὶ ὡς ἐπιδεικνύναι με καὶ ἀγαλλεσθαι πρὸς τὰς ἄλλας ἐταῖρας ὅτι πασῶν ἐγὼ πρῶτεύω, μὰ τὰς φίλας Μούσας, οὐκ ἂν ὑπομείναιμι πλάττεσθαι· οὐχ οὕτως εἰμὶ λιθίνη, ὥστε ἀρεῖσα πάντα καὶ τὴν ψυχὴν ἐμαυτῆς εἰς τὴν σὴν ἀρέσκειαν ὀλίγον ἡγήσομαι δαπανῆσαι. (8) εἰ οἶδα γὰρ ὅτι οὐ μόνον ἐν τῇ Θριππιδίου οἰκίᾳ, ἐν ᾗ μέλλω σοι τὸ τῶν Ἀφροδισίων εὐτρεπίζειν δεῖπνον, ἔσται διαβόητος ἡ παρασκευὴ, ἀλλὰ καὶ ἐν ὅλῃ τῇ Ἀθηναίων πόλει, νὴ τὴν Ἀρτέμιν, καὶ ἐν τῇ Ἑλλάδι πάσῃ. καὶ μάλιστα οἱ μισητοὶ Λακεδαιμόνιοι, ἵνα δοκῶσιν ἄνδρες εἶναι οἱ ἐν Ἐφέσῳ ἀλώτεις, οὐ παύσονται ἐν τοῖς Ταύγέτοις ὄρεσι καὶ ταῖς ἐρημίαις ἐκτὸν διαβαλλόντες ἡμῶν τὰ δεῖπνα καὶ καταλιουργίζοντες τῆς σῆς ἀνθρωποπαθείας. (9) ἀλλ’ αὐτοὶ μὲν χαιρόντων, δέσποτα, σὺ δὲ μοι μέμνησο φυλάξαι τὴν ἡμέραν τοῦ δείπνου καὶ τὴν ὥραν ἣν ἂν ἡ ἀρίστη γὰρ ἡν βούλει. ἔρωσο.