Ancient Greek
163.1
Aristaenetus, Epistulae 163.1
Unproofread scanNot analysed yet
δ'. Τρεχεδίνπος Λοπαδεχθάμβω. Ὁ γνώμων οὐπω σκιάζει τὴν ἕκτην, ἐγὼ δὲ ἀποσκληῖναι κινδυνεύω τῷ λιμῷ κεντούμενος. εἰεν, ὦρα βουλεύματος, Λοπαδέχθαμβε, μέγλον δὲ μογλοῦ καὶ χαλῳδίου · (2) εἰ γὰρ δὴν καταβαλοῦμεν τὴν κίονα τὴν τὸ πικρόν τοῦτο ὡρολόγιον ἀνέχουσαν, ἢ τὸν γνώμονα τρέψομεν ἐκεῖσε νεῦειν οὐ τάχιον δυνησεται τὰς ὥρας ἀποσημαίνειν, ἔσται τὸ βούλευμα Παλαμηδέιον · (3) ὡς νῦν ἐγὼ σοι αὐὸς ὑπὸ λιμοῦ καὶ αὐμυχρός, Θεοχάρης δὲ οὐ πρότερον καταλαμβάνει τὴν στιβάδα πρὶν αὐτῷ τὸν οἰκέτην δραμόντα φράσαι τὴν ἕκτην ἑστάναι. (4) δεῖ οὖν ἡμῖν τοιούτου σκέμματος, ὅ κατασοφίσασθαι καὶ παραλογισασθαι τὴν τοῦ Θεοχάρους εὐτάχειαν δυνησεται. τραπεζὴ γὰρ ὑπὸ παιδιῶνγῷ βαρεῖ καὶ ὠφρυωμένην οὐδὲν φρονεῖ νεώτερον, ἀλλ' οἷα τις Λάγης ἢ Ἀπόληξις αὐστηρὸς ἐστι τοῖς τρόποις, καὶ οὐκ ἐπιτρέπει τῇ γαστρὶ πρὸ τῆς ὥρας ἐμπιπλάσθαι.