Ancient Greek
163.3
Aristaenetus, Epistulae 163.3
Unproofread scanNot analysed yet
ε'. Ἐκτοδιώκτης Μαγδαλιοκάπη. Χθὲς δεῖλῃς ὁμίας Γοργίας ὁ Ἑτεοβουτάδης συμβαλὼν μοι κατὰ τύχην χρηστὸς ἠσπάσατο καὶ κατεμέμφετο ὅτι μὴ θαμίζοιμι παρ' αὐτόν. καὶ μικρὰ προσπαιξας «ἰθι πρὸς Διὸς »εἶπεν «ὦ βέλτιστε, καὶ μετὰ βραχὺ λουσάμενος ἤκε Ἀηδόνιον ἡμῖν τὴν ἑταίραν ἀγῶν. ἐστι δὲ μοι συνήθης ἐπικεικῶς καὶ μένει, πάντως οὐκ ἀγνοεῖς, μικρὸν ἀπωθεν τοῦ Λεωκορίου · (2) δεῖπνόν τε ἡμῖν ἡυτρέπιστα γεννικόν, ἵχθὺς τεμαχίζεται καὶ σταμνία τοῦ Μενθόσιου νέκταρος, εἴποι τις ἄν, πεπληρωμένα. »(3) καὶ ὁ μὲν ταῦτα εἰπὼν ὤχετο · ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παρ' ὅτου καλοῖτο, ὀλίγου ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος γὰρ ὡς εἴκε πειραλείσα τοῦ Γοργίου καὶ μικροπρεποῦς περὶ τὰς ἀντιδόσεις, τὴν ὀργὴν ἐναυλὸν ἔχουσα, πλήρη τὴν κακκάβην ἀποστάσασα τῶν χυτροπόδων ὀλίγου ἐδέησέ μου κατὰ τοῦ βρέγματος καταχεῖαι ζέοντος τοῦ ὕδατος, εἰ μὴ φύσας ἀπεπτήδησα παρὰ βραχὺ φυγὼν τὸν κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς προπηλακισμοὺς ὑπομένομεν.