Ancient Greek
169.1
Aristaenetus, Epistulae 169.1
Unproofread scanNot analysed yet
ἄνθρωπος καὶ δριμύς, (2) καὶ γνωμοῖδια καὶ προθυλουμψματία συνεχῶς ἐπὶ τῆς πυκνὸς Ἀθηναίοις εἰσηγουμένου καὶ πολλοὺς ἤδη διὰ σκαιότητα τρόπου καὶ δεινότητα ῥημάτων ἐπὶ τὸς ἕνδεκα ἀπαγαγόντος, δείσας μὴ τι πάθωμι χάριῳ, καὶ ταῦτα τοιούτου τοῦ δεσπότου ὄντος, τὴν κλεπτὴν ἀλώπεκα συλλαβὼν ἐβουλόμην παραδιδόναι. (3) ἀλλ’ ἡ μὲν οὐχ ἤκε· Πλαγγὼν δὲ τὸ Μελιταίων κυνίδιον, ὃ τρέφωμεν ἄθυρμα τῇ δεσποίνῃ προσήν, ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ χρέας δριμήσαν κεῖται σοι τρίτῃν ταύτῃν ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδήσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπῖσας. (4) καὶ τίς παρ’ ἀνθρώπῳ σκυθρωπῷ τῶν τοιούτων συγγνώμη; φευξόμεθα ἢ ποδῶν ἔχομεν, χαίρετε δὲ ὁ ἄγρός καὶ τὰμὰ πάντα. ὥρα γὰρ σῴζειν ἑμαυτόν, καὶ μὴ τὸ παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι.