Ancient Greek
169.2
Aristaenetus, Epistulae 169.2
Unproofread scanNot analysed yet
κγ’. Θάλος· Πιτυίστω. Πάντα φιλῶ τρυγᾶν· ἔστι γὰρ τὸ καρπῶν ἀποδρέπεσθαι πόνων ἀμοιβὴ δίκαιος· ἐξαιρέτως δὲ ἐθέλω βλίττειν τὰ σμήνη. ἐγὼ οὖν σίμβλα ὑπὸ τῇ πέτρᾳ ἔποχλασας, χρῆσι νεογενῆ. πομπὸν μὲν οὖν τοῖς ὕεσι ἀπηρξάμην, ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι. (2) ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποσταζόντα λιβάδας Ἀττικοῦ μέλιτος, ὅσον αἱ Βριλήσσαι λαγόνες ἐξανθούσι. καὶ νῦν μὲν ταῦτα πέμψωμεν, εἰς νέωτα δὲ δέχοιο παρ’ ἡμῶν μεῖζονα τούτων καὶ ἡδίσονα.