Ancient Greek
169.4
Aristaenetus, Epistulae 169.4
Unproofread scanNot analysed yet
κδ’. Φιλοποίμην Μοσχίωνι. Λύκον ἔοικα τρέφειν τὸ μιάρον ἀνδράποδον· ἐμπεσὼν γὰρ εἰς τὰς αἴγας οὐκ ἔστιν ἣντινα οὐκ ἀπολώλεκε, τὰς μὲν ἀποδύμενος τὰς δὲ καταθῦον. (2) καὶ τῷ μὲν ἡ γαστὴρ τῆς κραπαλάλης ἐμπίπλεται, καὶ τὰ λοιπὰ τῇ τενθείᾳ δαπανᾶται, καὶ ψάλλεται καὶ καταυλεῖται καὶ τοῖς μυροπωλείοις φιληθεῖ, τὰ δὲ αὐλία ἔρημα, αἵγες δὲ ἔκειναι αἱ πρότερον οἴχονται. (3) τέως μὲν οὖν ἠσυχίαν ἄγω, μὴ προαισθόμενος ψῦττα κατατείνας φύγῃ· εἰ δὲ ἀνυπόπτως λαβοίμην αὐτοῦ καὶ ἐγκρατὴς γενοίμην, δεδήσεται τῷ ποδὶ χοίνικας παχείας ἐπισύρων, καὶ τῇ σκαπάνῃ προσανέγων ὑπὸ τῇ δικέλλῃ καὶ τῇ σμινῷ τῆς μὲν τρυφῆς ἐπιλήσεται, παθὼν δὲ γνώσεται οἷόν ἐστι τὴν ἀγροικον σωφροσύνην ἀσπάζεσθαι.