Ancient Greek
170.1
Aristaenetus, Epistulae 170.1
Unproofread scanNot analysed yet
Κεραμεικοῦ διατρίβειν, οὗ φασι τοὺς ἐξωλεστάτους σχολῇ καὶ βραδυτῆν τὸν βίον καταναλίσκειν. κζ Ἀγναιος Κορύδωνι. Ἄρτι μοι τὴν ἄλω διακαθῆραντι καὶ τὸ πτύον ἀποθεμένῳ ὁ δεσπότης ἐπέστη καὶ ἰδὼν ἐπῆνεν τὴν φιλεργίαν. ἐφάνη δέ μοι ποθεν ὁ Κορυκαῖος δαίμων, Στρόμβιχος ὁ παμπόνηρος. ἰδὼν γάρ με ἐφεπόμενον τῷ δεσπότῃ, κειμένην τὴν σισύραν ἤν ἀποθέμενος εἰργαζόμην ὑπὸ μάλης ὤχετο φέρων, ὥστε με ὁμοῦ τῇ ζημίᾳ καὶ τὸν ὑπὸ τῶν ὁμοδούλων προσοφλεῖν γέλωτα.