Ancient Greek
170.4
Aristaenetus, Epistulae 170.4
Unproofread scanNot analysed yet
κζ Γέμελλος Σαλμωνίδι. Τί ταῦτα, ὦ Σαλμωνίς; ὑπερηφανεῖς τάλαινα τὸν δεσπότην; οὐκ ἐγὼ σε εἰς τοῦργαστήριον καθήμενην παρὰ τὸν ἀκεστήν τὸν ἐτερόποδα ἀνειλόμην, καὶ ταῦτα λάθρα τῆς μητρός, καὶ καθάπερ τινὰ ἐπίκληρον ἐγγυητὴν ἀγαγόμενος ἐχω; (2) σὺ δὲ φρυαττή, παιδοσκάριον εὐτελές, καὶ κιχλίζουσα καὶ μυωωμένη με διατελεῖς. οὐ παῦση τάλαινα τῆς ἀνερωγίας; ἐγὼ σοι τὸν ἐραστὴν δείξω δεσπότην καὶ τὰς κάχρους ἐπὶ τῶν ἀγρῶν φρύγαν ἀναχάσω, καὶ τότε εἴση παθούσα οἷ κακῶν σαυτὴν ἐνέσειας.