Ancient Greek
174.1
Aristaenetus, Epistulae 174.1
Unproofread scanNot analysed yet
εἰώθασιν, ὑπερέβαλε τῇ μιμῆσει τῶν κακῶν τὸν ἀρχηγέτην. (3) καὶ ἔστιν ἰδεῖν θέαμα ἀποτρόπαιον καὶ φοβερὸν, κόμην αὐλυμηρὰν ἀνασειῶν, τὸ βλέμμα ἰταμὸς, ἡμίγυμνος ἐν τριβωνίῳ, πηρίδιον ἐξηρημένος καὶ βόπαλον ἐξ ἀχράδος πεποιημένον μετὰ χεῖρας ἔχων, ἀνυπόδητος, βυπῶν, ἀπρακτος, τὸν ἄγρον καὶ ἡμᾶς οὐκ εἰδὼς τοὺς γονεῖς ἀλλ' ἀρνούμενος, φύσει λέγων γεγονέναι τὰ πάντα καὶ τὴν τῶν στοιχείων σύγκρασιν αἰτίαν εἶναι γενέσεως, οὐχὶ τοὺς πατέρας. (4) εὐλόγος δὲ ἔστι καὶ χρημάτων περιόρων καὶ γεωργίαν στυγῶν. ἀλλὰ καὶ αἰσχύνης αὐτῷ μέλει οὐδὲν καὶ τὴν αἰδῶ τῶν προσώπων ἀπέχυσται. οἴμοι οὖν σέ, ὦ λεωργέ, τὸ τῶν ἀπατεώνων τούτων φροντιστήριον ἐξετραχήλισε. μέμφομαι τῷ Σόλωνι καὶ τῷ Δράκοντι, οἱ τοὺς μὲν κλέπτας τε σπαρῦλας θανάτῳ ζημιῶν ἐδίκαιωσαν, τοὺς δὲ ἀνδραποδίζοντας τοὺς νέους ἀθῶους εἶναι τιμωρίας κατέλιπον.