Ancient Greek
174.2
Aristaenetus, Epistulae 174.2
Unproofread scanNot analysed yet
μα'. Δρυάδη; Μήλινοῦ. Ἐπεμψά σοι τῶν Δεκελειᾶσι προβάτων ἀποκείρας τὰ ῥωμαλέα τοὺς πόκους· δσα γὰρ ψώρας ὑπόπλεα, ταῦτα τῷ ποιμένι Πυρρίᾳ παρέδωκα χρήσθαι ἐξ ὃ τι ἂν θέλῃ, πρὶν διαφθαρήναι παντελῶς ὑπὸ τῆς νόσου. (2) ἔχουσα οὖν ἀφθονίαν ἐρίων ἐξῦφνον ἡμῖν ἐσθῆματα πρόσφορα ταῖς ὥραις, ὡς εἶναι τὰ μὲν τῷ θέρει προσαρμόζοντα λεπτοῦρῃ· τὰ δὲ χειμέρια ἐχέτω περιττῶς τῆς χρόνης καὶ πεπαχύνθω πλέον, ἵνα τὰ μὲν τῇ μακρότητι σκιζῇ μόνον καὶ μὴ καταθάλπῃ τὰ σώματα, τὰ δὲ τῇ βαρύτητι ἀπεῖργῃ τὸν χυμοὸν καὶ ἀλεξάνεμα τυγχάνῃ. (3) καὶ ἡ παρθένος δέ, ἣν ἔχομεν ἐν ὥρᾳ γάμου, συλλαμβανέτω τῆς ἱστουργίας ταῖς θεραπαινίσιν, ἵνα εἰς ἀνδρὸς ἐλθοῦσα μὴ καταίσχυνῃ τοὺς πατέρας ἡμᾶς. καὶ ἄλλως δὲ εἰδέναι σε χρή, ὡς αἱ ταλαίαι ἀγαπῶσαι καὶ τὴν Ἑρράνην θεραπεύουσαι κόσμῳ βίου καὶ σωφροσύνῃ σχολάζουσιν.