Ancient Greek
175.2
Aristaenetus, Epistulae 175.2
Unproofread scanNot analysed yet
Τῇ προτεραίᾳ ἑυράμενοι τὰς κεφαλὰς ἐγὼ καὶ Στρουθίας καὶ Κύναιθος, λουσάμενοι ἐν Στραγγείῳ, ἀμφὶ τὴν πέμπτην ὥραν δρόμῳ ἀρέντες εἰς τὸ προσάστειον τὸ Ἀγχυλῆσι τὸ Χαρικλέους τοῦ μετρακίσκου ὠγόμεθα, 2 ἔνθα αὐτὸς τε ἀσμενὸς ὑπεδέξατο φιλόγελός τε ὢν καὶ φιλαναλότης, ἡμεῖς τε διατρίβην αὐτῷ καὶ τοῖς συμποταῖς παρέσχόμεν, παρὰ μέρος ἀλλήλους ἐπιρραπίζοντες καὶ ἀνάπαιστα εὐχρὸτα ἐπιλέγοντες αὐτοῖς σκωμμάτων ἀλκῶν καὶ αὐτογαρίτων Ἀττικῶν αἰμυλίας γέμοντα. 3 ἐν τούτῳ δὴ ἰλαρότητος καὶ εὐφροσύνης διακειμένου τοῦ συμποσίου, ἔπεσθ ποθὲν Σμικρίνης ὁ δύστροπος καὶ δύσκολος· ἐπετο δ' αὐτῷ πλήθος οἰκετῶν, οἱ δραμόντες ἐφ' ἡμᾶς ὤρμησαν. 4 αὐτὸς δὲ ὁ Σμικρίνης πρῶτον μὲν τῇ χαμ τύλῃ παίζει τὸ νῶτον τοῦ Χαρικλέους, ἔπειτα ἐπὶ κώρης πατάξας ἤγεν ὡς ζῷγατον ἀνθρώπῳδων. ἡμεῖς δὲ νεύματι μόνῳ τοῦ πρεσβύτου εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεφλούμεθα· τὰ δὲ μετὰ ταῦτα ἔηνας ἡμᾶς ὑστριχίζι οὐκ ὀλίγας οὐδ' εὐαριθμήτους, τέλος ἀγαγὼν εἰς τὸ δεσμωτήριον ἀπέθετο ὁ ἄγριος γέρων. 5 καὶ εἰ μὴ συνήθης ὢν καὶ πολλὰ καὐθὐπαύσας μεθ' ἡμῶν ὁ χαρίεις Εὐδήμος, εὐθὐδίκας ἀνὴρ ἐν τοῖς πρώτοις τοῦ συνεδρίου τῶν Ἀρεοπαγитῶν, ἀνέωξεν ἡμῖν τὸ δεσμωτήριον, τάγ' ἂν καὶ τῷ δήμῳ παραδοθήμεν. οὕτως ὁ δριμὺς γέρων καὶ πικρὸς ἐνεπίμπρατο καθ' ἡμῶν, καὶ πάντα ἐπράττεν ὡς ἂν τὴν ἐπὶ θανάτῳ ἴσα τοῖς ἀνδροφόνοις καὶ ἱεροτύλοις ἀπαχθήμεν.