Ancient Greek
175.3
Aristaenetus, Epistulae 175.3
Unproofread scanNot analysed yet
Ἡμῶν ὡς Μεγαρέων ἢ Αἰγίων οὐδεὶς λόγος, εὐδοκιμεῖ δὲ τὰ νῦν Γρυλλίων μόνος καὶ κατέχει τὸ ἄστυ, καὶ πᾶσα αὐτῷ καθάπερ Κράτητι τῷ Θήβην κυνὶ ἀνέφγεν οἰκία. ἐμοὶ δοκεῖν, Θεσσαλίδα τινὰ γραφὴν ἢ Ἀκαρανίδα φαρμακεύτριαν πεπορισμένον καταχοῦνται τοὺς ἀθλίους νεανίσκους. 2 τί γὰρ καὶ στωμύλον ἔχει; τί δὲ διμιλητικὸν καὶ ἡδὺ φέρε; ἀλλ' ἴσως εὐμενεστέροις ὁμμασιν ἐκεῖνον εἴδον αἱ Χάριτες, ὡς τοὺς μὲν ἀπομύττεσθαι πρὸς αὐτοῦ, ἡμᾶς δὲ ἀγαπᾶν εἰ τὰς ἀπομαχδαλίας ὡς κυσὶ τις παραρρίψειε. 3 τάχα δὲ οὐ γόος, ἀλλὰ τύχῃ κέχρηται δεξιᾷ. οὐδὲν γὰρ ἐν ἀνθρώποις γνώμῃ, πάντα δὲ τύχῃ, καὶ τυχῆς ὁ τυχὼν ἥδὺς ἐστι καὶ νομίζεται.