Ancient Greek
225.1
Aristaenetus, Epistulae 225.1
Unproofread scanNot analysed yet
ΑΡΚΕΣΙΛΑΟΥ ΕΠΙΣΤΟΛΗ. Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν. Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρὸς σε· διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα ἀσθενῶς ἔχειν ἐδοξέ μοι διαθέσθαι, ἵν’ εἴ τι γένοιτο ἄλλοιον, μήτι σε ἡδικηκὼς ἀπίω, τὸν εἰς ἐμ’ ἐκτενῶς οὕτω περιλοτιμημένον. καὶ ἀξιόπιστότατος δ’ εἰ τῶν ἐνθάδε σὺ μοι τηρῶν αὐτὰς διὰ τε τὴν ἡλικίαν καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημένος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατίθημαι, δίκαιος ἡμῖν εἶναι, ὅπως ὅσον ἐπὶ σοὶ τὰ κατ’ ἐμέ εὐσχημόνως ἢ μοι διωχημένα. κεῖνται δὲ Ἀθήνησιν αὐταὶ παρὰ τισὶ τῶν γνωρίμων καὶ ἐν Ἐρετρίᾳ παρ’ Ἀμφικρίτῳ.