Ancient Greek
226.1
Aristaenetus, Epistulae 226.1
Unproofread scanNot analysed yet
ΑΡΧΥΤΟΥ ΕΠΙΣΤΟΛΑΙ. α'. Ἀρχύτας Πλάτωνι ὑγιαίνειν. Καλῶς ποιεῖς ὅτι ἀποπέφευγας ἐκ τῆς ἀρρωστίας· ταῦτα γὰρ αὐτὸς τῷ ἐπέσταλχας καὶ τῷ περὶ Λαμίσκον ἀπάγγειλαν. περὶ δὲ τῶν ὑπομνημάτων ἐπεμελήθην καὶ ἀντήθουμὲν ὡς Λευκανὸς καὶ ἐνετύχουμὲν τοῖς Ὀκέλλου ἐχούσιν. τὰ μὲν ὧν περὶ νόμῳ καὶ βασιλείας καὶ ἰσότητος καὶ τῆς τῶν πάντων γενέσιος αὐτοῦ τ' ἔχομεν καὶ τιν' ἀπεστάλχαμεν· τὰ δὲ λοιπὰ οὕτω νῦν γὰ δύναται εὑρεθῆναι, αἱ δὲ κα εὑρεθῇ, ἥξει σοι.