Ancient Greek
248.2
Aristaenetus, Epistulae 248.2
Unproofread scanNot analysed yet
Χθὲς ἐπὶ πότον ὑπὸ Παμφίλου κληθεῖσα Θελξινοὴν μετεπεμπόμην τὴν ἀδελφήν, ἐλάνθανον δὲ κακῶν οὐ τὸ τυχὸν ἐμαυτῇ προεξνούσα, ὡς ἔργῳ γέγονε δήλον. πρῶτον μὲν ἥλθε περιεργότορον κοσμηθεῖσα καὶ στιλψάσα τὰς παρειὰς ἐντρίμματι, καὶ πρὸς ἐσοπτρον ὡς εἰκὸς διαπλεξαμένη καὶ εὐθετίασσα τὰς κόμας καθῆκε τοῦ αὐχένος δρομοὺς πολυτελεῖς, ἀγλαίσματα δέρας, ἀλλὴν τε πολλὴν περιέκειτο φλυαρίας ὑπομαζίων τε καὶ ἀμφολεόντων, καὶ οὐδὲ τῶν περιχρανίων ἠμελήσε κόσμων. τὸ δὲ ταραντινίδιον ἐξ οὐ διαφανὲς ἡ ὥρα διέλαμπεν **. θαμὰ δὲ καὶ τὴν πτέρναν αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρεφομένη διεσκοπεῖτο, πολλάκις δ' ἄμα τε ἑαυτὴν ἐθεώρει καὶ εἰ τις αὐτὴν ἄλλος θεᾶται.