Ancient Greek
249.1
Aristaenetus, Epistulae 249.1
Unproofread scanNot analysed yet
ἐπειτα παρακαθίζεταί μέση ἐμοῦ τε καὶ Πάμφιλου, ἵνα χωρὶς ἡμᾶς διαλαβῇ, καὶ προσπαίζουσα τῷ μειρακίῳ εἰς ἑαυτὴν ἐκείνου μεταγεί το βλέμμα, καὶ τῶν ἐκπομάτων πρὸς αὐτὸν ἀντίδοσιν ἐποιεῖτο. ὁ δὲ βαδίζων ἠνείγετο, ὡς νέος καὶ ἐρωτικός καὶ οἴνου πολλοῦ διαθερμαίνοντος αὐτοῦ τὴν ψυχήν, καὶ τοῦτον δὴ τὸν τρόπον ὥσπερ ἐκ στομάτων ὑπερίλουν ἀληθῶς καταπίνοντες τὰ φιλήματα, καὶ τὸν οἶνον τοῖς χείλεσι κεχραμένον μέχρι καὶ αὐτῆς παρέπεμπον τῆς καρδίας. Πάμφιλος δὲ μήλου μικρὸν ἀποδραχὸν εὐστόχως ἠκόντισεν εἰς τὸν κόλπον ἐκείνης, ἡ δὲ φιλή-σασα μεταξὺ τῶν μαστῶν ὑπὸ τῷ περιδέσματι, ὃν πε-ριεστερνίσσατο, παρέδωκε. τοῦτοις οὖν ἐδωκουνὴν. τί δὲ οὐκ ἠμελλον, ζηλήμονα καθορῶσα τὴν ἐμὴν ἀδελφήν, ἣν ταῖς ἐμαῖς ἀνέφερον ἀγχάλαις; τοιαῦτά μοι παρ’ αὐτῆς τὰ τροφεῖα· οὕτω με νῦν ἀντιπελαρ-γοῦσα δικαίαν ἀποδίδωσι γάρυν. καίτοι πολλάκις ὧδε παρ’ ἐκαστον αὐτὴν ἐμεφρόμην «κατ’ ἀδελφῆς ταῦτα, Θελξινοῦ, μή, Θελξινοῦ. »ἀλλὰ τί μακρη-γορῶ; ἀπήλθεν ἡ βάσανος οὕτως ἀνέδη σπετερισσαμένη τὸν νέον. ἀδικεῖ με τοῖνον Θελξινοῦ. μαρτύρο-μαι τὴν ’Αφροδίτην καὶ σέ, ὦ Πεταλὰ, κοινὴν ὑπάρχουσαν φίλην, ὡς αὐτὴ πανταχοῦ τῶν κακῶν προκατάρχει. ἀδικούμεν οὖν ἀλλήλας. εὐρήσω κάγὼ τοιούτων. ἢ ἑτέραν ἀλώπεκα (καὶ τοῦτο δεδόχθω) ἢ σίδηρος ἐλαυνέσθω σιδήρῳ· οὐ γὰρ ἀπορήσω τρεῖς ἀνθ’ ἑνὸς τὴν ἀπλῆκτον ἀφελέσθαι.