Ancient Greek
250.2
Aristaenetus, Epistulae 250.2
Unproofread scanNot analysed yet
κζ'. Κλέαρχος Ἀμυνάνδρω. Νέου τινὸς ἐξεπίτηδες διὰ γυναικὸς παριόντος ἐσπέρας ἔφη τις ἄλλη πρὸς ἐκείνην παρισταμένην πλησίον, ἄμα νύττουσα τῷ ἀγκώνι, «πρὸς τῆς Ἀφροδίτης, ὦ φίλη, σὲ ποθῶν οὕτωσι προσάδων παρέρχεται καὶ μορφῆς οὐκ ἀφυὴς ὢν. ὡς εὐπάρυφον τὸ θείστριον καὶ ποικίλον ταῖς ἀπὸ χειρίδος γραφαῖς, ὡς εὐμόυσος τὴν φωνήν. ξοικέ μοι καὶ περὶ καλὴν ἀσχολεῖσθαι τὴν κόμην, ἐπεὶ καὶ τοῦτό γε τοῦ ἔρωτος ἴδιον καὶ μάλᾳ μέντοι καλόν, τὸ σφόδρα πείθειν τοὺς ἐρώντας ἐπιμελεῖς ἄγαν διακοσμεῖσθαι, καὶ εἰ πρότερον ἀτεχνῶς ἑαυτῶν κατημέλουν. »«νὴ τοὺς Ἔρωτας »εἶπεν, «ἀποστρέφομαι δὲ τὸν νέον καίπερ ὄντα καλὸν ὅτι φυσὸν αὐτὸς ἑαυτὸν οἴεται μόνος ἀξιώτατος εἶναι ταῖς γυναιξὶ καὶ πρεπόντος τῷ κάλλει ποθεῖσθαι· καὶ πού καὶ Φίλωνα τυχὸν ἐπωνόμακεν ἑαυτόν, φρονῶν ἐπὶ τῇ ὥρᾳ θαυμασίῳν ὅσον, καὶ πολλῷ τῷ ὀφθαλμῷ βλέπει, καὶ φρονήματος ἐμπέπληκε τὴν ὁρῶν. μισῶ γοῦν ἐραστὴν παρευδοκιμεῖν εὐμορφίᾳ τὴν ἐρωμένην ἀξιοῦντα, οἴομενον τε καλὸς ὑπερ κάλλους χαρίζεσθαι, μέγιστον ἀντὶ βραχέος. δρᾶ δὲ πῶς ἠδίκως τὸν ὑπερήφανον διχαιῶ, καὶ σφόδρα τοῖς αἰνίγμασι τέρπου. ποθεῖ μὲ τις ἐρωτομανής, καὶ οὐδὲ νεύματος ἀξιοῦται, καὶ πολλὰ τὸν ἑλὸν στενωπὸν διέρχεται μάτην· ἄδει δὲ ἄλλως καὶ τοῖς ἑμοῖς ὡσὶν ἀπιθάνους καὶ ἀμουσότερα Λειβηθρίων, οὐδὲ ἐρυθρίᾳ περιττῶς ἐκπεριτρέχων διαύλους. ἐγώ, νὴ τὰ θεά, τοὐναντίον ἄν· ἐκείνου λοιπὸν ἐγκαλύπτομαι. »ἔφασκε ταῦτα ἄλλα τε πολλὰ θρυπτομένη καὶ δὴ καὶ τὸ σκέλος ὑπογυμνοῦσα, ἵνα δεῖξῃ τῷ νέῳ χνῆμην ἰθυτενῆ καὶ πόδα λεπτόν τε καὶ εὐρύμοιον· ἕτερα δὲ τοῦ σώματος ἐγύμνωσε μέρη τὰ δυνατά, ὅπως ἂν πολλαχόθεν τὸ μειράκιον ἐρεθίσῃ. ὁ δὲ φησιν αἰσθόμενος τῶν λεχθέντων (ἐμβιθύρισε γὰρ ἐκείνη τοσούτων, ὥστε τὸν νέον ἀκούσαι) «οἷα βούλει καὶ ὅσα ἂν θέλῃς εἴπ᾽· οὐ γὰρ ἐμὲ γελᾷς, ἢ καλή, ἀλλὰ τὸν Ἔρωτα παίζεις. ἐλπὶς ἄρα τὸν τοσούτῃ ἐκεῖνον τοιούτων ἐπαρκεῖναι σοι βέλος, ἵνα τούτων προκαλινδομένη τῶν ποδῶν ἰκετεύῃς ἐμὲ τὸ σὸν ἱκέσασθαι πάθος. »ἢ δὲ διαμωχωμένη καὶ ὑποβλέπτουσα λοξόν, τοῖς δακτύλοις τῆς δεξιᾶς ἠθικῶς οἷα γυνὴ τὸ μετακάμπιον ἐπιχρωτοῦσα τῆς εὐωνύμου χειρὸς ὑπεροπτικῶς ἀπεκρίθη «ἐγώ, τάλαν; μή, ὦ Χάριτες, γένοιτο. κεναῖς ἐλπίσιν ἐπεῖσθης. οἶει μᾶλλον **καλός, τοῖς τοιούτοις γε χάρην τοσούτον ἐπὶ τῷ σοι προσδοχᾶν, ὡς ἂν παραχθένται τυχὸν δὸς ἐκδικος Ἔρως. παράμενε προσάδων, ἐπαγρυπνῶν, μηδὲν διανῶν, μόνον δὲ κλυδωνιζόμενος ἐκ τοῦ πόθου, ἐνθᾷ, φασίν, ἄνεμος οὔτε μένειν οὔτε πλεῖν ἐξ. οὔτε σὺν μεθεκτέον ἐστὶ σοι τῶν ἡμετέρων τινός,