Ancient Greek
251.1
Aristaenetus, Epistulae 251.1
Unproofread scanNot analysed yet
οὐ μαστῶν, οὐ περιβολῆς, οὐ φιλημάτων, οὔτε μὴν ἀπαλλακτέον, ὦμαι, τοῦ πόθου. »Tίς ἄρα περὶ ἐμὲ τῆς Κοχλίδος ὁ τρόπος; τί δὲ μηχανωμένη ἄλλοτε πρὸς ἄλλον ἀθρόως μεταβαίνει σκοπόν; ἐκλύομαι, νὴ τοὺς θεούς, ὑπὸ τῆς ἀπορίας· ἀπεῖπον τὸν νοῦν ἀνελίτων, ἀπεῖπον τοῖς λογισμοῖς πολλὰ κατ’ ἐμαυτὸν ἀπορῶν. οὐδὲν εὖρον παντελῶς διαγνῶναι, καθάπερ ἐν λευκῷ λίθῳ στάθμην λευκὴν διατείνων. τίς γὰρ ἀστάτῳ δύναιτο ἂν ἐπιστήσαι σκοπῷ; ὥστε, μὰ τοὺς θεούς, οὐκ ἔχω δ τι χρήσομαι ταύτῃ. ἐπώνυμος τῆς σχολιότητος ἡ Κοχλὶς. αὐτὸς ἔρωμ ἐκείνης ἐζήτησαί μοι τὴν ἀστάθμην γνῶμην· εἰ δὲ σὺ πρὸς αὐτὴν ἀπορεῖς δυσσύμβολον οὖσαν, μὴ κατόχνει, φίλτατε, πυθέσθαι τῆς σῆς σφοδρότητος. τοτὲ μὲν ἐρώσης ἅπαντα πράττει, καὶ μοι τὸν πόθον ὑφάπτει πολύν, καὶ ὅλον με ταῖς ἐλπίσιν ἐπαίρει· τοτὲ δὲ πάλιν, ὡς εὐμεταβολωτέρα κοθόρνου, ἀναίνεται σοβαρῶς ὅν ἀρτίως ἐπόθει, καὶ πᾶσαν αὐθὶς ἀναλύει μου τὴν ἐλπίδα, καὶ τὴν ἐμὴν οὕτω ψυχὴν ἧθσιν ἐξ ὑπογίου παλιμβόλοις ἱστὸν ἀπέδειξε Πηνελόπης. τί πράξω; τί γένωμαι; φεῦ τῶν ἀρρήτων κακῶν, παπαῖ τῶν ἀμέτρως κατεβλακευμένων ἡθῶν. ὡς ἄγαν ἐπιθρυπτομένην τὴν λαμπρὰν ἑαυτῆς ἡμαύρωσε χάριν. ταύτην κἂν νουθετῆς, κἂν ἰκετεύῃς, περὰ κωφὸν ἄδειν δοκεῖς. ὅθεν καὶ ἀχοντά με λοιπὸν τοσοῦτον ἐραστὴν ἀποτρέπεις καὶ δυσἀπότρεπτον γεγονότα. τοιγαροῦν οὐκέτι πρὸς ταύτην, ὦ Τιμόκρατες, κοινωνῶ σοι τοῦ πόθου, ἐπεὶ τοῦτό γέ ἐστιν ἀνὴρ τὰ δυνατὰ ἀκριβῶς διαγνῶναι καὶ μηκέτι ματαίαν ἐπάγεσθαι λύπην. φθόνος δὲ μηδεὶς τῆς ἄλλης ἡμῶν ἐπικρατήσῃ φιλίας, ἀλλὰ συνενέχαι σοι τῆς Κοχλίδος ἔχ μεταβολῆς ἐκείνης ὁ τρόπος, καὶ γένοιο φίλος μακρῷ γε μᾶλλον εὐτυχέστερος ἐμοῦ.