Ancient Greek
272.1
Aristaenetus, Epistulae 272.1
Unproofread scanNot analysed yet
ἡγεμόνος μὲν ἴδιον οἴονται τινες τὰ γέμοντα ὑπερο-ψίας ἐπιστέλλειν τοῖς ὑπηκόοις, ἡμῖν δ' ἡ αὐθάδης ἀντιγραφή καταγνώσιν ὡς ἡλιθίους φέρει, τὸ δὲ τα-πεινὸν οὐχὲτ' ἀναλογεῖ πρὸς τὴν ὁμοίαν ἀπόκρισιν. ὅμως δ' οὖν τὰ δυσχερῆ καίπερ τοσαῦτα ὄντα προεξ-λογισάμενος οὐδὲν ἧττον ὑπέστην τὸ ἔργον, βραχὺ μὲν ἐμαυτῷ γύμνασμα συντάξας, σοὶ δὲ οὐ μέγα κτῆμα, ἀλλὰ τοῖς πολλοῖς τάχα καὶ εὐκαταφρόνητον· φιλεῖ γὰρ τὰ πρὸ τῆς πείρας θαυμαστὰ μετὰ τὴν ἐκ τοῦ συντελέσματος γνῶσιν ῥᾳδία εἶναι παραθεωρεῖσθαι.