Ancient Greek
272.10 to 272.4
Aristaenetus, Epistulae 272.10-4
Unproofread scanNot analysed yet
ε'. Βρούτος Περγαμηνοῖς. Τὰ χρήματα ὑμῶν ἐκόμισαν οἱ πρέσβεις, ὡς μὲν πρὸς ἣν ἠτιάσθε ἀσθένειαν πλεῖω, ὡς δὲ πρὸς ἣν ἠτοῦμεθα χρείαν ὀλίγα. φυλάττεσθε οὖν μὴ καὶ δύνῃσθε πλεῖον οὐ προσποιεῖσθε καὶ βούλησθε ἔλαττον οὐ δύνασθε. α'. Βρούτος· Περγαμηνοῖς. Ἀκούω ὑμᾶς Δολοβέλλα χρηματα δεδιωκέναι. ἂ εἰ μὲν ἔκοντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδεῖξάτε τῷ ἐμοὶ ἔκοντες δῦναι. β'. Περγαμηνὸι Βρούτῳ. Χρήματα Δολοβέλλα μὲν ἐτι εὐποροῦντες ἐδιάσθη-μεν παρασχεῖν, σὺ δὲ ἡμᾶς δῦναι θελόντας ἠτήσας, ὅτε δυσπλήρωτον ἐν ἀπορίᾳ τὸ πρόθυμον.