Ancient Greek
273.1 to 273.9
Aristaenetus, Epistulae 273.1-9
Unproofread scanNot analysed yet
5'. Περγαμηνῶι Βροῦτῳ. Καὶ τάχιον ἐφρονοῦμεν ἂ προσῆκον ἦν, καὶ νῦν οὐ βραδέως ἀλλ' ἅνιχα δυνατόν ἐξεγένετο ἡμῖν τὰ εἰκότα συντελοῦμεν. οἱ γοῦν ἐν περιουσίᾳ μὴ πλεῖον Δολοβέλλᾳ πεντήκοντα δόντες ταλάντων τετραπλασίονα σοι χαίπερ ἐνδόξομεν συνεισφέρομεν, ὅπως μάθῃς, ὅσον ἑκούσιος ὑπουργία πενομένων τοὺς ἀδουλήτως ἐν εὐπορίᾳ βιασθέντας ὑπεραίρει. 10'. Βροῦτος Ῥοδίοις. Ξανθίους ἀποστάντας ἡμῶν χειρωσάμενοι ἤδηδὸν ἀπεφράξαμεν, τὴν τε πόλιν αὐτῶν κατεπρήσαμεν· Παταρεῦσι δὲ προσθεμένοις ἡμῖν τῶν τε φόρων ἄφεσιν ἐδώκαμεν, ἐλευθέρους αὐτοὺς καὶ αὐτονόμους συγχωρήσαντες εἶναι, εἰς ἐπισκευὴν τε τῶν ὑπὸ τοῦ χρόνου καταλελυμένων παρ' αὐτοὺς πεντήκοντα τάλαντα ἐχαρισάμεθα. ὑμῖν οὖν βουλευομένοις περὶ ἑαυτῶν πά- Ἐπέμψαμέν σοι χρήματα εἰ καὶ τῆς σῆς ἐλάττονα χρείας, ἀλλ' οὖν τῆς ἑαυτῶν ὑποσχέσεως πλείονα: παρητούμεθα μὲν γὰρ ὡς μικρότερα ἢ βουλόμεθα ἔχοντες, ἐπορίσαμεν δὲ ὡς πλεῖον ἢ δυνάμεθα σπουδάσαντες. 6'. Βροῦτος Περγαμηνοῖς. Δολοβέλλας ἐστὶν ἡμῖν μὲν πολέμιος, ὑμῖν δὲ φίλος, ὃν εἰς ἅπαν καὶ καθ' ἡμῶν ὑπουργεῖσθε. τί δῆτα ἂν ἐποιτο τοῖς τὰ αὐτὰ ἐκείνῳ ἐλομένοις εἰ μὴ ἀλόντας ἴσα πολεμίοις πάσχειν; οὐδὲ γὰρ μετάνοιαν δοτέον τοῖς οὐ πρὶν ἢ εἰς τὸ παντελὲς ἀποχαμεῖν μετανοοῦσι. 7'. Περγαμηνῶι Βροῦτῳ. Τῆς μὲν πάλαι πρὸς Δολοβέλλαν φιλίας σὺ αἴτιος, ὧδε ἡμῖν ἐπιστέλλον· ἀνάγκη γὰρ τὰς ἐκείνου χολακεῦειν ἐπιταγὰς πρὶν ἢ σχεῖν πρὸς ὧν ἀποκλίνωμεν. τὴν δὲ εἰς τὸ μέλλον μετάνοιαν μὴ ἀφαιροῦ τῶν εἰ καὶ βραδέως, ἀλλ' οὖν ὅταν δύνωνται τὸ ἀγνοηθὲν διορθοῦντων. 8'. Βροῦτος Περγαμηνοῖς. Ψήφισμα ὑμέτερον οἱ πρέσβεις ὑμῶν ἀπεκόμισάν μοι ἐν Ἀδύροις τὴν ἀπ' Ἰταλίας στρατιὰν ἐπισχοπουμένῳ, δεξάμενος δὲ τῆς μὲν βραδυτῆτος ὑμᾶς ἐμεμφάμην (Περγαμηνούς γὰρ ταῦτα φρονεῖν ἐκ πολλοῦ ἂν ἐδουλήμην καὶ ἔδει), ἐπήγνετο δὲ τῆς εἰς τὰ ἄλλα προθυμίας καὶ τῆς δωρεᾶς τῶν διακοσίων ταλάντων, οἱ ἧς πάλαι ἄκοντες δοῦναι Δολοβέλλᾳ τὰ πεντήκοντα ἐπεδείξαθε. 9'. Περγαμηνῶι Βροῦτῳ. ρεστιν ὁρᾶν ὕλει, εἰτε γρὴ πολεμίους ἡμᾶς ὡσπερ Xanthii Ἐανθίοι, εἰτε φίλους καὶ εὐεργέτας ὧνπερ τρόπον Παταρεῖς αἱρεῖσθαι.