Ancient Greek
274.2 to 274.3
Aristaenetus, Epistulae 274.2-3
Unproofread scanNot analysed yet
Οὐκ εἰ σὺ βαρέως τοὺς ἐλευθεριάσας Ἐανθίων προσηνέχης, ἥδη καὶ ἡμεῖς τοὺς ἐπὶ δουλείᾳ δεκασθέντας μιμησόμεθα Παταρεῖς, ἀλλ’ ἐκείνων μὲν ἀπευξάμενοι τὴν τύχην πειρασόμεθα τῆς εὐγενείας ἔχεσθαι, τούτους δὲ μεμψάμενοι τῆς γνώμης οὐ δεησόμεθα τῶν ἀπὸ σοῦ λημμάτων, ἔνδοξοτέραν ἡγοούμενοι τὴν μετὰ κινδύνων ἐλευθερίαν τῆς ἐπὶ τῷ κερδαίνειν αὐτομολίας. Ῥόδος μὲν ἤδη δεδούλωται Κασσίων, πόλις αὐθαδέστερον αἰσθομένη τῆς οἰκείας ἰσχύος ἢ βεβαιοτέρον, Λυκία δὲ ἡμῖν ὑπήκοος πᾶσα, ἡ μὲν πολέμῳ καμούσα, ἡ δ’ ἐκ τῆς ἀνάγκης ὠφελημένη τὸ ἀβίαστον· ἑκούσα γὰρ εἴλετο ἄ μετ’ οὐ πολὺ ἑμελε μὴ βουλομένη. καὶ ὑμεῖς οὖν ἐλεσθε ἢ πολέμῳ βιασθέντες δοῦλοι ἢ ἑκούσιος ἡμᾶς δεξάμενοι φίλοι γενέσθαι.