Ancient Greek
277.7 to 278.4
Aristaenetus, Epistulae 277.7-278.4
Unproofread scanNot analysed yet
λγ. Βρούτος Δαμᾶ. Ὀπλῶν καὶ χρημάτων χρεία. ἢ πέμπε ἢ ἀποφαίνου. λδ'. Δαμᾶς Βρούτῳ. ἐν τὰ ἐκ τῆς τύχης συμβεβηκότα μὴ τοῖς ἀόκνοις ὑπουργήσαι προσηλθε. λγ. Βρούτος Κυζικηνοῖς. Ἐκομίσθη τὰ ὅπλα καὶ εἰς ὃν ἐβουλόμεθα καιρόν. τῆς οὖν λειτουργίας ταύτης ἐν δεόντι γενομένης ἀντι-δίδωμεν ὑμῖν τὴν Προκόννησον σὺν ταῖς ἐν αὐτῇ λι-θουργίαις. λδ. Κυζικηνοὶ Βρούτῳ. Οὔτε κέρδους ἐλπίδι ἐσπουδάσαμεν ἂ πέπεμμεν, οὔτε εἰς τὰ λοιπὰ ἀκνηρῶς ἐμέλλομεν ἔχειν, ἐπαινέ-σαντες ἀμισθί. ὅμως ἀξιοῦμενοι δωρεὰς ἡδώμεθα τῇ σῇ μαρτυρίᾳ πλέον ἢ ταῖς Προκοννησίαις λατομίαις.