Ancient Greek
278.6
Aristaenetus, Epistulae 278.6
Unproofread scanNot analysed yet
λε. Βρούτος Κυζικηνοῖς. Οἱ πρέσβεις ὑμῶν συνέτυχόν μοι ἀπιόντι ἐπὶ τὸν πόλεμον καὶ παρεῖσθαι τῆς συμμάχιας ἱκέτευον ἀσθέ-νειαν αἰτιούμενοι καὶ τὸ ἀπορεῖν τὰ κοινά. δίκαιον μὲν οὖν ἦν, πλησίον ἤδη τῆς χρείας κατεπειγού-σης, καὶ εἴ πρότερον οὐκ ἔδοτε, κἂν νῦν ἐπιπέμφαι. πλέον γὰρ ἂν ἐτίμα τὴν λειτουργίαν ὑμῶν ὁ καιρός. ἐπεὶ δὲ δοῦναι τὰ κακῶν τοῦ πολέμου προλαβεῖν ἐλ-πίδι, τὴν μὲν ἀσθένειαν ὑμῶν ἂν αἰτιάσθε ἤδομαι (τοῦν-αντίον γὰρ ἂν ἠχθέσθην ἀκούων ἰσχύειν ὑμᾶς κακούς ὄντας), τοὺς δὲ ἄνδρας ὑμῶν συμμάχους μὲν οὐκέτι, ὑπουργοὺς δὲ καὶ ἀκοντας ἔχω. λέληθε δὲ ὑμᾶς οὐ-δαμῶς ὡς δεῖνον τῆς ἐκ τοῦ πολέμου μετασχέιν νίκης, εἰ γένοιτο, τοὺς τό'γ' ἐφ' ἑαυτοὺς εἰς πᾶσαν ἡμᾶς ἀσθέ-νειαν προδόντας.