Ancient Greek
281.7
Aristaenetus, Epistulae 281.7
Unproofread scanNot analysed yet
ne. Βρούτος Τραλλιανοῖς. Ἦγγέλη μοι Μηνόδωρον ὑμέτερον πολίτην, ξένον καὶ φίλον Δολοβέλλα τῷ ἡμετέρῳ πολέμῳ, καὶ πρότερον ὑμᾶς μὴ εἴργειν αὐτὸν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα πείσαι, καὶ νῦν ὅπως καὶ αὐτὸν καὶ τὴν στρατιὰν αὐτοῦ τῇ πόλει δέξησθε συμβουλεύειν. ἐγὼ δὲ ὡς μὲν οὐδὲν δυνήσει Δολοβέλλαν, εἰ καὶ ταῦτα καὶ ἐτι πλείω τούτων ποιῆσαι προσαχθεῖπτε ὑπὸ Μηνοδώρου ἢ καὶ εἰ τις ἄλλος πείσειεν, οὐκ ἀγνοῶ, οὐδὲ μὴν οὔτε Μηνόδωρον ἢ Δολοβέλλα φίλια καὶ ξενία, οὐ μὴν ἀλλ’ οὐχ ὅπως χολάσαιμι τινὰς σκοπῶν ἐφεδρεύειν σὶμαὶ τοῖς ἑνὸς ἑκάστου ἀμαρτήμασιν. ἵνα μέντοι μηδὲν χολάσεως ἀξίων ἀμαρτεῖν ἀναγκασιθῆτε, κελεύω ὑμᾶς Μηνόδωρον φυγαδεῦσαι τῆς πατρίδος τοῦ ἰδίου λυσιτελοῦς ἕνεκα, εἰ γέ τι λυσιτελεῖν ἐμελλεν αὐτῷ τὴν πατρίδα σωλοῦντι, Δολοβέλλαν δὲ μήτε τῇ πόλει δέχεσθαι, τὸς τε γῆς ἐξελᾶσαι, βιαζόμενον δὲ ὅπλοις ἀμύνασθαι, ἢ ἀπειθοῦντας οὐχ ὑπὸ Μηνοδώρου ταῦθ’ ὑμᾶς οἴησομαι προαχθέντας πεισθῆναι, ἀλλ’ αὐτοὺς Μηνοδώρῳ τούτων ἀφορμὴν δοῦναι ἐθελόντας.