Ancient Greek
282.1
Aristaenetus, Epistulae 282.1
Unproofread scanNot analysed yet
νς´. Τραλλιανοὶ Βρούτῳ. Οὐ Μηνόδωμος ὑποδέξασθαι τῇ πόλει Δολοβέλλαν καὶ τὴν στρατιὰν αὐτοῦ προηγάγετο ἡμᾶς, ὥσπερ οὐδὲ πάλαι στρατοπεδεύοντα περιορᾶν ἐπεῖθεν. ἀλλ’ οὐδὲ εἰ ταῦτα ἐπέπρακτο, ἡγοῦμεθα δοκεῖν αὐτῷ Μηννοδώρῳ τοιαύτης εὐβουλίας ἀφρομὴν παρεσχηῆσθαι· τάχιον γὰρ ἂν τὴν πρὸς Ῥωμαίους ὁμολογήσαιμεν συμμεταχίαν ἡμεῖς ἢ σὺ τοῖς παρ’ ἡμῶν τὴν Δολοβέλλα ξενίαν ἐπικαλεῖς, οἷς εἰ καὶ μηδέν, ὡς λέγεις, ὄφελος οἴσεται ἢ πρὸς ἀλλήλους ὁμόνοια, μέγα γοῦν περιγένοιτ’ ἂν τὸ ἐκ τῆς πίστεως εὐσυνειδήτων. ὁπλῶν μέντοι καὶ φυγαδείας οὐδὲν τι τοῖς πράγμασι προσδεῖ· Μηνόδωρος γὰρ συναπῆρχε Δολοβέλλῃ, μὰ Δι’ οὐχ ὡς πιπράσκειν τὴν πατρίδα κεκωλυμένος, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ νομίζων ἀδίκημα τῷ φίλῳ συνίστασθαι εἰς τὰ ἐπιτήδεια. σὺ δ’ εἰ καλῶν ὑπολαμβάνεις, ὥσπερ καὶ ἐστὶ καλόν, τὸ μὴ περιμένειν ποτὲ ἀμαρτάνοντας ἀμύνεσθαι, πολλῷ μᾶλλον οἴηθι μὴ δεῖν μὴ προεξανίστασθαι τῶν διαβολῶν, ἀλλ’ ἐπὶ τῷ συμβησομένῳ τὴν κρίσιν τηρεῖν, ἐπεὶ δόξεις οὐχ ἐφ’ οἷς ἂν μέμφῃ τοὺς πέλας δυσμενῶς διατίθεσθαι, πρὸς οὓς δ’ ἂν ἐγἔραν ἔχῃς, αἰτίας τούτοις ἐπιφέρειν.