Ancient Greek
282.5
Aristaenetus, Epistulae 282.5
Unproofread scanNot analysed yet
νη´. Τραλλιανοὶ Βρούτῳ. Οὔτε Δολοβέλλαν ἐν τοῖς δαπανηροτάτοις τοῦ πολέμου καιροῖς ἀποθήσασθαι παρακαταθήκας εἰκός, οὔτε Μηνόδωρον ἀπαλλάσσόμενον ἐκ τῆς πατρίδος οἷόν τε καταλιπεῖν οἴκοι τὰ τῆς φυγῆς ἐφόδια. τὸ μέντοι γε ἀναπέμπειν πρὸς σὲ ἢ τὰ μὴ ὄντα χρήματα ἢ τοὺς ἀνατιτοὺς ἀνθρώπους τῇ μὲν ἀδύνατον τῇ δὲ ἀδίκον· οὐ γὰρ ἄξιον τοῖς ἡμετέροις πολίταις διὰ τοὺς σούς πολέμιους μέχρι συμφορᾶς ἀλυσιτελῆ εἶναι τὴν παρ’ ἡμῶν, ἐὰν πεισθῶμεν, προδοσίαν.