Ancient Greek
282.3
Aristaenetus, Epistulae 282.3
Unproofread scanNot analysed yet
νζ´. Βρούτος Τραλλιανοῖς. Χρήματα ὅσα Δολοβέλλας κατέθετο παρὰ Μηνοδώρῳ τῷ ἐκείνου ξένῳ, εἴ τε τινὰς ἄλλας παρακαταθήκας, παρὰ τῶν τέκνων αὐτοῦ χωρισάμενοι τῶν διαδεξαμένων αὐτοῦ τὴν οὐσίαν μετὰ τὴν ἐκείνου φυγὴν ἀναπέμψατε πρὸς με· εἰ δὲ μὴ εἶναι φατε, αὐτοὺς τοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν· οὐ γὰρ δικαιον τοῖς τῶν ἐμῶν πολέμιων φίλοις ἢ καὶ ξένοις περαιτέρω τοῦ μηδὲν αὐτοὺς παθεῖν λυσιτελῆσαι τὴν ἡμετέραν ἐπιείκειαν.