Ancient Greek
294.2
Aristaenetus, Epistulae 294.2
Unproofread scanNot analysed yet
α'. Χίων Μάτρῳ χαίρειν. Ἐκομισάμην παρὰ Βιάνορος τὴν ἐπιστολήν, ἐν ᾗ με ἀναχωμίζεσθαι παρακαλεῖς· ἰκανὸν γὰρ εἶναι πρὸς ἡντινοῦν ἀποδημίαν πέντε ἐτῶν χρόνον, ἔκτου δὲ τὴν ἐμὴν ξενιτείαν ἀρχεσθαι. ἐμὲ δὲ ὅσος μὲν πόθος ἔχει καὶ ὑμῶν καὶ τῆς πατρίδος, αὐτοὶ σαφῶς ἴστε· εἴοικε δ' οὖν αὐτὸς οὗτος ὁ πόθος καὶ βιάζεσθαί με πλείω χρόνον διατρίβειν Ἀθήνησιν· ὠφελιμώτερος γὰρ εἶναι οἷς συμπαθῶ βούλομαι, τοῦτο δὲ τὸ κράτος μόνη ἔχει φιλοσοφία. πενταετὴς δὲ χρόνος, ὦ πάτερ, οὐχ ὅπως φιλοσοφοῦσιν ἀπαρκεῖν ἔμοιγε φαίνεται, ἀλλ' οὐδὲ τοῖς ἐμπορευομένοις ἐπιμελέστερον. καίτοιγε οἱ μὲν ἐπὶ τὰ εὐτελέστατα στέλλονται, ἡμεῖς δὲ ἀρετὴν ἐμπορευόμεθα οὐδενὸς ἄλλου πλὴν φύσεως καὶ φιλοπονίας καὶ χρόνου ὀνιον. ὧν τὰ μὲν οὐ παντελῶς ἡμῶν ἀπολείπεται, χρόνον μέντοι δεόμεθα. διατρίβαντες οὖν ἄλλην πενταετίαν ἀναστρέψομεν θεοῦ γε σώζοντος. σὲ δέ, ὃ λογισμῷ ἐκπέμπων ἡμᾶς ὑπέμενες, τούτῳ χρή καὶ χρονιζόντων μὴ ἄχεσθαι, καὶ ταῦτα εἰδὼτα ὡς οὐχὶ τὸ ἐκπλεῦσαι ἐπὶ παιδείαν ἀγαθὸν ποιεῖ, τὸ δὲ χρονῖσαι περὶ παιδείαν σπουδάζοντας.