Ancient Greek
294.4
Aristaenetus, Epistulae 294.4
Unproofread scanNot analysed yet
β'. Χίων Μάτρῳ χαίρειν. Πρότερον μὲν, ὡςπερ ἔγραφόν σοι, δεκαετίαν ἐκπληρώσας, οὕτως ἐπανέρχεσθαι πρὸς ὑμᾶς ἐβουλόμην, νῦν δὲ ἀκούσας τὴν τυραννίδα οὐχ ἂν ἐτι ὑπομείναιμι ἐν ἀσφαλεστέρω τῶν πολιτῶν εἶναι, ἀλλ' ἢ ἂν ἀρξῃ τὸ ἔαρ, πλευσῶμαι θεοῦ σώζοντος (νῦν μὲν γὰρ μεσοῦντος ἐπὶ τοῦ χειμῶνος οὐχ ἐδυνάμην), ἐπεὶ καὶ τελέως ἄτοπον ὁμοίους ἡμᾶς εἶναι τοῖς ἐπειδὰν τι ταραχθῇ τῆς πατρίδος ἀποδιδράσκουσιν ὅπη ἂν τύχῃ, ἀλλὰ μὴ τότε μάλιστα παρεῖναι, ὅτε ἀνδρῶν ὠφελήσοντων δεῖται. εἰ δὲ καὶ παντάπασιν ἐν ἀδυνάτῳ εἴη τὸ ὀφελεῖν, τὸ γοῦν μετέχειν βλάβης ἔχοντα ἀρετῇ μὲν παραπλήσιόν μοι δοκεῖ, χάρις δὲ ἴσως ἐνδεεστέρα. θαρραλέωτερον δὲ σοι γέγραφα, ἐπεὶ καὶ Λῦσις τὴν ἐπιστολὴν ἐκόμιζεν.