Ancient Greek
306.1
Aristaenetus, Epistulae 306.1
Unproofread scanNot analysed yet
πάντας καὶ τοὺς ταπεινοὺς, λαμβάνων δ' ὅποσ' ἂν τις χαρίσαιτο. λέγε δὲ Διογένην τὸν μὴ ἀπὸς κυνικὴν στολὴν ἐνδυσάμενον, ἀλλὰ τὸν ὅλον βίον κρεῖττω καὶ πόνου καὶ ἡδονῆς, τὸν ἀπαιτοῦντα καὶ οὐκ ἐκ τοῦ ταπεινοῦ, τὸν ταναγαχία πάντα προέμενον, τὸν ἐφ' ἑαυτῷ θαρροῦντα, τὸν μηδέποτε εὐχόμενον ἐλεεινὸν ἐς τιμὰς ἔλθεῖν, ἀλλὰ σμενὸν καὶ τῷ λόγῳ πιστεύοντα καὶ οὐ δολῷ οὐδὲ τόξῳ, τὸν οὐκ ἐπὶ τῷ ἀποθανεῖν καρτερικόν, ἀλλ' ἐπὶ τῷ τὴν ἀρετὴν ἀσκήσαι ἀνδρείων καὶ ἐξέσται σοι μὴ τὸν Ὀδυσσέα ζηλοῦν, ἀλλὰ τὸν Διογένη, τὸν πολλοὺς καὶ ὅτε ζῆν ἐξελέμενον ἐκ κακίας εἰς ἀρετὴν καὶ ὅτε τέθνηκε δι' ὧν κατέλιπεν ἡμῖν λόγων.