Ancient Greek
306.2
Aristaenetus, Epistulae 306.2
Unproofread scanNot analysed yet
κ' Μητροκλεί. Χωρισθέντος σοῦ παρ' ἡμῶν ἐπ' οἴκου κατέβην εἰς τὴν τῶν νέων παλαιστραν καὶ ἀλειψάμενος ἔτρεχον. καὶ με οἱ νέοι κατιδόντες ἐγέλων, ἐγὼ δὲ ἵνα μὴ ὀάττον καταπαύσωμαι τῶν γυμνασίων, ἐπεκελεύομην ἑμαυτῷ λέγων «Κράτης, πονεῖς ὑπὲρ ὀφθαλμῶν, ὑπὲρ κεφαλῆς, ὑπὲρ ὀντων, ὑπὲρ ποδῶν. »οἱ δὲ μου ταῦτα ἐπήκουσαν, καὶ οὐκέτι ἐπεγέλων, ἀλλ' ἐγχειρήσαντες καὶ αὐτοὶ τρέχειν ἤρξαντο, καὶ ἐξ ἐκείνου οὐκέτι μόνον ἡλείφοντο, ἀλλὰ καὶ ἐγυμνάζοντο, καὶ διὰ ταῦτα οὐκ ἐπινώσω διήγον, ὡσπερ πάλαι, ἐμοὶ τε χάριν ἐγίνωσκον ὡς αἰτίῳ τῆς ὑγιείας, καὶ οὐκ ἀπελείποντο, ἀλλ' εἴποντο ὅπου ἂν βαδίζοιμι, ἐπακροοῦμενοι καὶ μιμούμενοι ἂ λέγωμι καὶ πράττοιμι. ταῦτα ἐπέσταλχά σοι, ἵνα καὶ σὺ μὴ καθ' ἑαυτὸν τρέχης, κεῖθι δὲ ἔνθα οἱ νέοι διατρίβουσιν, ὧν ἐχρὴν τι ἡμᾶς προμηθεῖσθαι, ἐπεὶ διδάσκει καρτερίαν τῶν γων τὸ ἔργον τοῦ λόγου, ὅπερ ἐν μόνῃ τῇ Διογένους ἐστὶ φιλοσοφία.