Ancient Greek
306.4
Aristaenetus, Epistulae 306.4
Unproofread scanNot analysed yet
κα' Μητροκλεί τῷ κυνί. Ἔως ἂν φοβῇ τὸν κύνα, τοῦτο προσαγορεύω· φαίνει δὲ φοβούμενος ἕως τούτου. καὶ αὐτὸς δ' ἐπιστέλλων ἡμῖν κύνα ἐπέγραψας. καὶ τἀλλα δὲ ὧδε ποιεῖν μαθήση, μὴ φοβεῖσθαι ἐθιζόμενος, μὴ μόνον λογικεύεσθαι· μακρὰ γὰρ ἡ διὰ τῶν λόγων ὁδὸς ἐπ' εὐδαιμονίαν, ἡ δὲ διὰ τῶν καθ' ἑαυρὰν ἔργων μελέτη σύντομος. ἀλλ' οἱ πολλοὶ ἐπὶ τὸ αὐτὸ τοῖς κυσὶν ἵεμενοι ἐπειδὰν ἐπιβλέψωσι τὸ χαλεπὸν αὐτῆς, φεύγουσι τοὺς ἐπιφωνοῦντας. ἀλλὰ διὰ μὲν ταύτην τὴν ὁδὸν τὸν κύνα οὐ γενέσθαι δεῖ, ἀλλὰ γεννηθῆναι· φύσει γὰρ ἡ μελέτη μᾶλλον ἀνωσιμωτέρα ἢ ἡ ὁδὸς αὐτή.