Ancient Greek
323.1
Aristaenetus, Epistulae 323.1
Unproofread scanNot analysed yet
καὶ μικροῦ πρὸ ἧν ὑπὸ τούτων ὧς νῦν ὑπηρετῶν τοὺς κατ’ ἐμοῦ λόγους ἔγραφε, 30 ἐπειδὴ δ’ ἀ κατηγόρει τότε τῶν ἄλλων, νῦν αὐτὸς πράττει, εὐποροῦντα μὲν οὕτως, ὥστε οὐ’ ἔχειν ἑταίρας, αἱ μέγρι φόβος καλῶς ποιοῦσαι προπεπόμφασιν αὐτόν, πέντε τάλαντα δ’ ὁφλοῦντα ἤδη ἐκτίσει ἢ πέντε δραχμὰς ἀνέξεισαι πρότερον, πρὸς δὲ τούτοις παρ’ ὑμῶν, τοῦ δήμου, οὐ μόνον τῆς πολιτείας μετειληφότα, δ κοινὸν δνειδὸς ἐστὶν ἅπασιν, ἀλλὰ καὶ θύοντα ὑπὲρ ὑμῶν τὰς πατρώους θυσίας ἐν Δελφοῖς; 31 ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἴδεῖν ἢ παραδείγματα, ἀρ’ ὧν ἀλιευτελὲς προελθεῖν τὰ τοῦ δήμου πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτε’ ἐρημοῖ τῶν ὑπὲρ ὑμῶν ἐρωτῶν γένῃτε, ἀλλὰ τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν ἢ καθήκουσα μοῖρα καὶ ἢ τύχη καὶ ὁ χρόνος παραλίπῃ, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὐδόξον, ἐπ’ δ’ Εὐδίκον καὶ Ἐφιάλτην καὶ Λυκούργον, 32 τοὺς δ’ ὑμεῖς πρόσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ, ὧν ἕτερους εὐνουστερούς οὐδ’ αὐτοὶ νομίζετε· εἰ δ’ ὁμοίως τινὰς, οὐ φωνῶ. βουλοίμην δ’ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσείπεσθε καὶ μὴ ταχὺ ἀλλὰ ἄτερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενήσεσθαι. ἀλλ’ ὅταν γε τοιαῦτα οἷα τὰ νῦν παραδείγματα ἐκφέρητε, τίς ἐστιν ὅστις ταύτην τὴν τάξιν ἐκ τῶν γνωρίων ὑμῖν θελήσει δόναι; 33 ἀλλὰ μὴν τῶν γε προσηγορημένων οὐκ ἀπορήσετε· οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δὲ ἴδειν ἐξεληγθόντας αὐτοὺς ὁμοίως ἐκεῖνοις, οἱ φανερώς, ἄ τότε ἤρουντο, νῦν πολιτευόμενοι οὐδὲν ὑμῶν οὔτε δεδοίκασι οὔτε αἰσχύνονται. ἀ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μῆτε τῶν εὐνῶν ὀλιγωρεῖν μῆτε τοὺς προάγουσιν εἰς πικρίαν καὶ ὀψότητα τὴν πόλιν πείσεσθαι. 34 πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολὴ χρόνιοι τινες ἐργολαβοῦσι καθ’ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός. εἰ δὲ τις ὑμῶν διασώρει ταῦτα, πολλῆς ἐστὶν εὐηθείας μεστός. εἰ γὰρ, ἂ μηδεὶς ἂν ἠπίσεν, ὁρῶν γεγενημένα, ἂ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπ’ ἀνθρώπων ἐγκαθετῶν διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφρωται;